Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων· εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων· καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκουμένους.

κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλλειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα.

τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας.

καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν τῶν τόπων ἀσφαλείαις.

ὁ δʼ Ἄννων εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγκλίνωσι ποιοῦνται τὴν φυγὴν ἐπὶ δύʼ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις,

τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δʼ εἰσελθὼν εἰς τὴν πόλιν ἐγίνετο περὶ τὴν τοῦ σώματος θεραπείαν.

οἱ δὲ συμπεφευγότες τῶν μισθοφόρων εἰς τὸν λόφον, σύντροφοι μὲν γεγονότες τῆς Βάρκα τόλμης, συνήθεις δʼ ἐκ τῶν κατὰ Σικελίαν ἀγώνων πολλάκις τῆς αὐτῆς ἡμέρας ποτὲ μὲν ὑποχωρεῖν, ποτὲ δὲ πάλιν ἐκ μεταβολῆς ἐγχειρεῖν τοῖς πολεμίοις,

καὶ τότε συνιδόντες τὸν μὲν στρατηγὸν ἀπηλλαγμένον εἰς τὴν πόλιν, τοὺς δὲ πολλοὺς διὰ τὸ προτέρημα ῥᾳθυμοῦντας καὶ διαρρέοντας ἐκ τῆς στρατοπεδείας,