Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ρεῖς ἐνέβαλλον τοὺς ἔνδον. Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο· καὶ γὰρ ἦν πρὸς τοῦτο τὸ μέρος εὐφυής·

ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν· καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς.

διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων· εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων· καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκουμένους.

κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλλειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα.

τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας.

καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν τῶν τόπων ἀσφαλείαις.

ὁ δʼ Ἄννων εἰθισμένος Νομάσι καὶ Λίβυσι πολεμεῖν, οἵτινες ὅταν ἅπαξ ἐγκλίνωσι ποιοῦνται τὴν φυγὴν ἐπὶ δύʼ ἡμέρας καὶ τρεῖς ἐκτοπίζοντες αὑτούς, ὑπολαβὼν καὶ τότε πέρας ἔχειν τοῦ πολέμου καὶ νενικηκέναι τοῖς ὅλοις,