Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ τοιαύτην παρεσκεύασαν εὐπορίαν τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον ὥστε μὴ μόνον διαλῦσαι τὰ προσοφειλόμενα τῶν ὀψωνίων τοῖς μισθοφόροις κατὰ τὰς ἐπαγγελίας, ἃς ἐποιήσαντο πρὸς τὴν ἀπόστασιν, ἀλλὰ καὶ πρὸς τὸ συνεχὲς εὐπορῆσαι χορηγίας.

οὕτως οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν ἀεὶ τοὺς ὀρθῶς βουλευομένους.

οὐ μὴν ἀλλὰ καίπερ ἐν τοιούτοις κακοῖς ὄντες οἱ Καρχηδόνιοι, προστησάμενοι τὸν Ἄννωνα στρατηγὸν διὰ τὸ δοκεῖν τοῦτον καὶ πρότερον αὐτοῖς τὰ κατὰ τὴν Ἑκατοντάπυλον τῆς Λιβύης καταστρέψασθαι, συνήθροιζον μὲν μισθοφόρους, καθώπλιζον δὲ τοὺς ἐν ταῖς ἡλικίαις τῶν πολιτῶν·

ἐγύμναζον δὲ καὶ συνέταττον τοὺς πολιτικοὺς ἱππεῖς· παρεσκεύαζον δὲ καὶ τὰ περιλιπῆ τῶν πλοίων, τριήρεις καὶ πεντηκοντόρους καὶ τὰ μέγιστα τῶν ἀκατίων.

οἱ δὲ περὶ τὸν Μάθω, παραγενομένων αὐτοῖς εἰς ἑπτὰ μυριάδας Λιβύων, ἐπιδιελόντες τούτους, ἀσφαλῶς ἐπολιόρκουν τοὺς Ἰτυκαίους καὶ τοὺς Ἱππακρίτας, βεβαίως δὲ τὴν ἐν τῷ Τύνητι στρατοπεδείαν κατεῖχον, ἀποκεκλείκεσαν δὲ τοὺς Καρχηδονίους ἁπάσης τῆς ἐκτὸς Λιβύης.

ἡ γὰρ Καρχηδὼν αὐτὴ μὲν ἐν κόλπῳ κεῖται, προτείνουσα καὶ χερρονησίζουσα τῇ θέσει, τὸ μὲν τῇ θαλάττῃ τὸ δέ τι καὶ λίμνῃ περιεχομένη κατὰ τὸ πλεῖστον·

ὁ δὲ συνάπτων ἰσθμὸς αὐτὴν τῇ Λιβύῃ τὸ πλάτος ὡς εἴκοσι καὶ πέντε σταδίων ἐστιν. τούτου δʼ ἐπὶ μὲν τοῦ πρὸς τὸ πέλαγος νεύοντος μέρους οὐ μακρὰν ἡ τῶν Ἰτυκαίων κεῖται πόλις, ἐπὶ δὲ θατέρου παρὰ τὴν λίμνην ὁ Τύνης.

ἐφʼ ὧν ἑκατέρων τότε στρατοπεδεύσαντες οἱ μισθοφόροι καὶ διακλείσαντες ἀπὸ τῆς χώρας τοὺς Καρχηδονίους λοιπὸν ἐπεβούλευον αὐτῇ τῇ πόλει,

καὶ ποτὲ μὲν ἡμέρας, ποτὲ δὲ καὶ νύκτωρ παραγινόμενοι πρὸς τὸ τεῖχος εἰς φόβους καὶ θορύβους ὁλοσχε

ρεῖς ἐνέβαλλον τοὺς ἔνδον. Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο· καὶ γὰρ ἦν πρὸς τοῦτο τὸ μέρος εὐφυής·

ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν· καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς.