Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τέλος δʼ ὥρμησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν.

ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥωμαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος.

οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους.

ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευμένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς. ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς περὶ τὸν Σπένδιον.

καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχηδόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ.

ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λόγοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν τὰς δὲ τιμὰς τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συνέτρεχον εὐθέως εἰς ἐκκλησίαν.

καὶ τοῦ μὲν Σπενδίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούντων τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις. εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων,

οὐδʼ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπέκτεινον.