Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καθόλου δʼ ἀεί τι νέον καὶ καινὸν προσεξεύρισκον, εἰς ἀδύνατον ἐκβάλλοντες τὴν διάλυσιν διὰ τὸ πολλοὺς καχέκτας καὶ στασιώδεις ἐν αὐτοῖς ὑπάρχειν.

οὐ μὴν ἀλλὰ πᾶν τὸ δυνατὸν ὑπισχνουμένων τῶν Καρχηδονίων, κατένευσαν ἐπιτρέψειν περὶ τῶν ἀμφισβητουμένων ἑνὶ τῶν ἐν Σικελίᾳ γεγονότων στρατηγῶν.

πρὸς μὲν οὖν Ἀμίλκαν τὸν Βάρκαν, μεθʼ οὗ συγκεκινδυνεύκεσαν ἐν τῇ Σικελίᾳ, δυσχερῶς εἶχον, δοκοῦντες οὐχ ἥκιστα διʼ ἐκεῖνον ὀλιγωρεῖσθαι τῷ μήτε πρεσβεύειν πρὸς αὐτοὺς τήν τε στρατηγίαν ἑκουσίως δοκεῖν ἀποτεθεῖσθαι·

πρὸς δὲ Γέσκωνα πάνυ διέκειντο φιλανθρώπως, ὃς ἐγεγόνει μὲν ἐν Σικελίᾳ στρατηγός, ἐπεποίητο δʼ αὐτῶν πρόνοιαν τὴν ἐνδεχομένην ἔν τε τοῖς ἄλλοις καὶ μάλιστα περὶ τὴν ἀνακομιδήν. διόπερ ἐπέτρεψαν τούτῳ περὶ τῶν

ἀμφισβητουμένων. ὃς παραγενόμενος κατὰ θάλατταν μετὰ τῶν χρημάτων καὶ προσπλεύσας πρὸς τὸν Τύνητα, τὸ μὲν πρῶτον λαμβάνων τοὺς ἡγεμόνας, μετὰ δὲ ταῦτα συναθροίζων κατὰ γένη τοὺς πολλούς,

ἃ μὲν ἐπετίμα περὶ τῶν γεγονότων, ἃ δὲ διδάσκειν ἐπειρᾶτο περὶ τῶν παρόντων· τὸ δὲ πλεῖον παρεκάλει πρὸς τὸ μέλλον, ἀξιῶν αὐτοὺς εὔνους ὑπάρχειν τοῖς ἐξ ἀρχῆς μισθοδόταις.

τέλος δʼ ὥρμησε πρὸς τὸ διαλύειν τὰ προσοφειλόμενα τῶν ὀψωνίων, κατὰ γένη ποιούμενος τὴν μισθοδοσίαν.

ἦν δέ τις Καμπανὸς ηὐτομοληκὼς παρὰ τῶν Ῥωμαίων δοῦλος, ἔχων σωματικὴν δύναμιν καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς παράβολον, ὄνομα Σπένδιος.

οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους.