Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούς τε χρωμένους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν, ἐναργέστατʼ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειεν, πρὸς δὲ τούτοις τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρβαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς ἔθεσιν ἐκτεθραμμένων·

τὸ δὲ μέγιστον, τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατανοήσειεν, διʼ ἃς ὁ κατʼ Ἀννίβαν συνέστη Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος.

ὑπὲρ οὗ διὰ τὸ μὴ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διάληψιν τοῖς φιλομαθοῦσιν.

ὡς γὰρ θᾶττον ἐπιτελεσθεισῶν τῶν προειρημένων διαλύσεων ἀποκατέστησε τὰς περὶ τὸν Ἔρυκα δυνάμεις εἰς τὸ Λιλύβαιον ὁ Βάρκας, εὐθέως αὐτὸς μὲν ἀπέθετο τὴν ἀρχήν, ὁ δʼ ἐπὶ τῆς πόλεως στρατηγὸς Γέσκων ἐγίνετο περὶ τὸ περαιοῦν τοὺς στρατιώτας εἰς τὴν Λιβύην.

προϊδόμενος δὲ τὸ μέλλον ἐμφρόνως ἐνεβίβαζε κατὰ μέρη διαιρῶν αὐτοὺς καὶ διαλείμματα ποιῶν τῆς ἐξαποστολῆς,

βουλόμενος ἀναστροφὴν διδόναι τοῖς Καρχηδονίοις εἰς τὸ τοὺς καταπλεύσαντας καὶ μισθοδοτηθέντας τὰ προσοφειλόμενα τῶν ὀψωνίων φθάνειν ἀπαλλαττομένους ἐκ τῆς Καρχηδόνος εἰς τὴν οἰκείαν πρὶν ἢ τοὺς ἑξῆς περαιουμένους ἐπικαταλαβεῖν.