Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δὲ Λυτατίου προθύμως δεξαμένου τὰ παρακαλούμενα διὰ τὸ συνειδέναι τοῖς σφετέροις πράγμασι τετρυμένοις καὶ κάμνουσιν ἤδη τῷ πολέμῳ, συνέβη τέλος ἐπιθεῖναι τῇ διαφορᾷ τοιούτων τινῶν συνθηκῶν διαγραφεισῶν· "

1ἐπὶ τοῖσδε φιλίαν εἶναι Καρ‘χηδονίοις καὶ Ῥωμαίοις, ἐὰν καὶ τῷ δήμῳ τῶν ‘Ῥωμαίων συνδοκῇ. ἐκχωρεῖν Σικελίας ἁπάσης ‘Καρχηδονίους καὶ μὴ πολεμεῖν Ἱέρωνι μηδʼ ἐπι‘φέρειν ὅπλα Συρακοσίοις μηδὲ τῶν Συρακοσίων "

1συμμάχοις. ἀποδοῦναι Καρχηδονίους Ῥωμαίοις ‘χωρὶς λύτρων ἅπαντας τοὺς αἰχμαλώτους. ἀργυ‘ρίου κατενεγκεῖν Καρχηδονίους Ῥωμαίοις ἐν ἔτεσιν ‘εἴκοσι δισχίλια καὶ διακόσια τάλαντα Εὐβοϊκά.’

τούτων δʼ ἐπανενεχθέντων εἰς τὴν Ῥώμην, οὐ προσεδέξατο τὰς συνθήκας ὁ δῆμος. ἀλλʼ ἐξαπέστειλεν ἄνδρας δέκα τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν πραγμάτων.

οἳ καὶ παραγενόμενοι τῶν μὲν ὅλων οὐδὲν ἔτι μετέθηκαν, βραχέα δὲ προσεπέτειναν τοὺς Καρχηδονίους.

τόν τε γὰρ χρόνον τῶν φόρων ἐποίησαν ἥμισυν, χίλια τάλαντα προσθέντες, τῶν τε νήσων ἐκχωρεῖν Καρχηδονίους προσεπέταξαν, ὅσαι μεταξὺ τῆς Ἰταλίας κεῖνται καὶ τῆς Σικελίας.