Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκίνων, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων.

ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων, ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθʼ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις.

οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατʼ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δʼ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες,

τέλος οὐχ, ὡς Φάβιός φησιν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλʼ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες ἱερὸν ἐποίησαν τὸν στέφανον.

πρότερον γὰρ ἢ ʼκείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύʼ ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, διʼ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν.

τὰ μὲν οὖν περὶ τὸν Ἔρυκα καὶ τὰς πεζικὰς δυνάμεις τοιαύτην ἔσχε διάθεσιν. τὰ δὲ πολιτεύματʼ ἦν ἀμφοτέρων παραπλήσια τοῖς ψυχομαχοῦσι τῶν εὐγενῶν ὀρνίθων.

ἐκεῖνοί τε γὰρ πολλάκις ἀπολωλεκότες τὰς πτέρυγας διὰ τὴν ἀδυναμίαν, αὐτῇ δὲ τῇ ψυχῇ μένοντες ἐκβάλλουσι τὰς πληγάς, ἕως ἂν αὐτομάτως ποτὲ περιπεσόντες αὑτοῖς καιρίως ἀλλήλων διαδράξωνται, κἄπειτα τούτου γενομένου συμβῇ τὸν ἕτερον αὐτῶν προπεσεῖν·

οἵ τε Ῥωμαῖοι καὶ Καρχηδόνιοι κάμνοντες ἤδη τοῖς πόνοις διὰ τὴν συνέχειαν τῶν κινδύνων εἰς τέλος ἀπήλγουν τήν τε δύναμιν παρελέλυντο καὶ παρεῖντο

διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας. ὁμοίως δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, καίπερ ἔτη σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πεπεῖσθαι διʼ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν τὸν πόλεμον,

τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, ἔκριναν τὸ τρίτον ἀντιποιήσασθαι τῶν ἐν ταῖς ναυτικαῖς δυνάμεσιν ἐλπίδων,