Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάντος, οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν ἦλθον διατροπήν.

ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομισθεὶς ὡς ἐφʼ Ἡρακλείας ἐτήρει, βουλόμενος διακωλύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας.

προσαγγειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀναχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήματος.

ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπʼ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δʼ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς.

οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

οἱ δὲ Καρχηδόνιοι συνεγγίσαντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς κυριεύσειν·

οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπέπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν.