Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅμως δʼ οὖν ἀεὶ τοὺς ἀνατρέχοντας ἐκτάττοντες οἱ τριήραρχοι παρʼ αὐτὴν τὴν γῆν ταχέως ἐποίουν ἀντιπρώρρους τοῖς πολεμίοις.

ὁ δὲ Πόπλιος αὐτὸς ἐπέπλει μὲν ἀρχῆθεν κατόπιν ἐπὶ παντὶ τῷ στόλῳ, τότε δʼ ἐπιστρέψας κατʼ αὐτὸν τὸν πλοῦν πρὸς τὸ πέλαγος ἔλαβε τὴν εὐώνυμον τῆς ὅλης δυνάμεως τάξιν.

Ἀτάρβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν ὑπεράρας τὸ λαιὸν τῶν πολεμίων [Ῥωμαίων], ἔχων πέντε ναῦς ἐπίπλους, ὑπέστησε τὴν ἑαυτοῦ ναῦν ἀντίπρωρρον τοῖς πολεμίοις ἀπὸ τοῦ κατὰ τὸ πέλαγος μέρους·

ἅμα δὲ καὶ τῶν ἐπιπλεόντων ἀεὶ τοῖς συνάπτουσι προσεπιταττομένοις ταὐτὸ ποιεῖν παραγγείλας διὰ τῶν ὑπηρετῶν,

καταστάντων δὲ πάντων εἰς μέτωπον σημήνας διὰ τῶν συνθημάτων τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὸν ἐπίπλουν ἐν τάξει, μενόντων πρὸς τῇ γῇ τῶν Ῥωμαίων διὰ τὸ προσδέχεσθαι τὰς ἐκ τοῦ λιμένος ἀνατρεχούσας ναῦς.

ἐξ οὗ συνέβαινε μεγάλα τοὺς Ῥωμαίους ἐλαττωθῆναι πρὸς αὐτῇ τῇ γῇ

ποιησαμένους τὴν συμπλοκήν. ἐπειδὴ δὲ σύνεγγυς αὑτῶν ἦσαν, ἀρθέντων τῶν συνθημάτων ἐφʼ ἑκατέρας τῆς ναυαρχίδος συνέβαλλον ἀλλήλοις.

τὸ μὲν οὖν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, ὡς ἂν ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως ἐπιβάταις χρωμένων·

ἀεὶ δὲ μᾶλλον ὑπερεῖχον οἱ Καρχηδόνιοι διὰ τὸ πολλὰ προτερήματα παρʼ ὅλον ἔχειν τὸν ἀγῶνα.

τῷ τε γὰρ ταχυναυτεῖν πολὺ περιῆσαν διὰ τὴν διαφορὰν τῆς ναυπηγίας καὶ τὴν τῶν πληρωμάτων ἕξιν, ἥ τε χώρα μεγάλα συνεβάλλετʼ αὐτοῖς, ἅτε πεποιημένων τὴν ἔκταξιν ἀπὸ τῶν κατὰ τὸ πέλαγος τόπων.

εἴτε γὰρ πιέζοιντό τινες ὑπὸ τῶν πολεμίων, κατόπιν ἀνεχώρουν ἀσφαλῶς διὰ τὸ ταχυναυτεῖν εἰς τὸν ἀναπεπταμένον τόπον·

κἄπειτʼ ἐκ μεταβολῆς τοῖς προπίπτουσι τῶν διωκόντων, τοτὲ μὲν περιπλέοντες τοτὲ δὲ πλάγιοι προσπίπτοντες στρεφομένοις καὶ δυσχρηστοῦσι διὰ τὸ βάρος τῶν πλοίων καὶ διὰ τὴν ἀπειρίαν τῶν πληρωμάτων, ἐμβολάς τε συνεχεῖς ἐδίδοσαν καὶ πολλὰ τῶν σκαφῶν ἐβάπτιζον·

εἴτε κινδυνεύοι τις τῶν συμμάχων, ἑτοίμως παρεβοήθουν ἔξω τοῦ δεινοῦ καὶ μετʼ ἀσφαλείας, παρὰ τὰς πρύμνας κατὰ τὸ πέλαγος ποιούμενοι τὸν πλοῦν.