Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
σπουδῇ κατέγραφον ναύτας καὶ συναθροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν.
ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ παραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους ὁ στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα παντὶ τῷ στόλῳ.
τὸν γὰρ στρατηγὸν τῶν Καρχηδονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπʼ αὐτῶν ἀπαράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενημένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν. προχείρως δʼ αὐτῶν συγκατατιθεμένων,
εὐθέως ἐνεβίβαζε τά τε προϋπάρχοντα καὶ τὰ προσφάτως παραγεγονότα πληρώματα, τοὺς δʼ ἐπιβάτας ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους, ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δʼ ὠφελείας ἑτοίμου προφαινομένης.
ταῦτα δὲ παρασκευασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους. καὶ τὰς μὲν ἀρχὰς ἅθρους ἔπλει, δεξιὰν ἔχων τὴν γῆν.
ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρβας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον·
ταχὺ δʼ ἐν αὑτῷ γενόμενος καὶ νοήσας τὸν ἐπίπλουν τῶν ὑπεναντίων ἔκρινε παντὸς ἔργου πεῖραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πολιορκίαν.