Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δὲ κατὰ τοὺς ἐλέφαντας ταχθέντων οἱ μὲν πρῶτοι συμπεσόντες ὑπὸ τῆς βίας τῶν ζῴων ἐξωθούμενοι καὶ καταπατούμενοι σωρηδὸν ἐν χειρῶν νόμῳ διεφθείροντο, τῆς γε μὴν ὅλης τάξεως τὸ σύστημα διὰ τὸ βάθος τῶν ἐφεστώτων ἕως τινὸς ἀδιάσπαστον ἔμεινεν.

ἐπεὶ δʼ οἱ μὲν τὰς ἐσχάτας ἔχοντες τάξεις κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν ἱππέων ἠναγκάζοντο πρὸς τούτους στρεφόμενοι κινδυνεύειν, οἱ δὲ διὰ μέσων τῶν ἐλεφάντων εἰς τὸ πρόσθεν ἐκβιαζόμενοι καὶ κατὰ νώτου παριστάμενοι τῶν θηρίων εἰς ἀκέραιον καὶ συντεταγμένην ἐμπίπτοντες τὴν τῶν Καρχηδονίων φάλαγγα διεφθείροντο,

τότε δὴ πανταχόθεν πονοῦντες οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων συνεπατήθησαν ὑπὸ τῆς ὑπερφυοῦς βίας τῶν ζῴων, οἱ δὲ λοιποὶ συνηκοντίσθησαν ὑπὸ τοῦ πλήθους τῶν ἱππέων ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ, τελέως δέ τινες ὀλίγοι πρὸς φυγὴν ὥρμησαν.

οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων, καὶ τούτων οἱ μὲν ὑπὸ τῶν θηρίων καὶ τῶν ἱππέων ἀπώλλυντο, πεντακόσιοι δʼ ἴσως οἱ μετὰ Μάρκου τοῦ στρατηγοῦ φυγόντες μετʼ ὀλίγον ὑποχείριοι γενόμενοι σὺν αὐτῷ ʼκείνῳ πάντες ἐζωγρήθησαν.

τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ἔπεσον εἰς ὀκτακοσίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες, τῶν δὲ Ῥωμαίων ἐσώθησαν μὲν εἰς δισχιλίους οἱ κατὰ τὸ δίωγμα τῶν προειρημένων ἐκτὸς γενόμενοι τοῦ κινδύνου,

τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόντων.

αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖσαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως·

οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπανῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν.

ἐν ᾧ καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινόμενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων βίου συντελεσθέντα.

καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων·