Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις.

ἐπεὶ δʼ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις οὐδʼ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον ὑπελάβομεν εἶναι συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς βύβλον πρὸ τῆς ἱστορίας,

ἵνα μηδεὶς ἐπιστὰς ἐπʼ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν τότε διαπορῇ καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, διʼ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθʼ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς,

ἀλλʼ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ πρὸς τὴν συντέλειαν ἐξ

ίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας. τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον καὶ τὸ θαυμάσιον τῶν καθʼ ἡμᾶς καιρῶν τοῦτʼ ἔστιν ὅτι, καθάπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκουμένης πράγματα πρὸς ἓν ἔκλινε μέρος καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν, οὕτως καὶ δεῖ διὰ τῆς ἱστορίας ὑπὸ μίαν σύνοψιν ἀγαγεῖν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέχρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν.