Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν.

οὐδενὸς δʼ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο· σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον.

ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δʼ ἕτερον ἀποκομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον.

ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπόμενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους·

ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος καὶ κομισθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς ἧκεν εἰς τὴν Ῥώμην.

οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὴν τῶν πολεμίων παρασκευὴν χρονιωτέραν οὖσαν, πρῶτον μὲν στρατηγοὺς ἑαυτῶν εἵλοντο δύο, τόν τʼ Ἄννωνος Ἀσδρούβαν καὶ Βώσταρον, μετὰ δὲ ταῦτα πρὸς τὸν Ἀμίλκαν ἔπεμπον εἰς τὴν Ἡράκλειαν, καλοῦντες κατὰ τάχος αὐτόν.

ὁ δʼ ἀναλαβὼν ἱππεῖς πεντακοσίους καὶ πεζοὺς πεντακισχιλίους παρῆν εἰς τὴν Καρχηδόνα· καὶ κατασταθεὶς στρατηγὸς τρίτος ἐβουλεύετο μετὰ τῶν περὶ τὸν Ἀσδρούβαν πῶς δεῖ χρῆσθαι τοῖς παροῦσιν.

ἔδοξεν οὖν αὐτοῖς βοηθεῖν τῇ χώρᾳ καὶ μὴ περιορᾶν αὐτὴν ἀδεῶς πορθουμένην.

ὁ δὲ Μάρκος μετά τινας ἡμέρας ἐπεπορεύετο, τὰ μὲν ἀτείχιστα τῶν ἐρυμάτων ἐξ ἐφόδου διαρπάζων, τὰ δὲ τετειχισμένα πολιορκῶν.

ἀφικόμενος δὲ πρὸς πόλιν Ἀδὺν ἀξιόχρεω, περιστρατοπεδεύσας ταύτην συνίστατο μετὰ σπουδῆς ἔργα καὶ πολιορκίαν.

οἱ δὲ Καρχηδόνιοι τῇ τε πόλει σπουδάζοντες βοηθῆσαι καὶ τῶν ὑπαίθρων ἀντιποιεῖσθαι κρίνοντες ἐξῆγον τὴν δύναμιν.

καὶ καταλαβόμενοι λόφον ὑπερδέξιον μὲν τῶν πολεμίων, ἀφυῆ δὲ ταῖς ἑαυτῶν δυνάμεσιν, ἐν τούτῳ κατεστρατοπέδευσαν.

λοιπὸν ἔχοντες μὲν τὰς πλείστας ἐλπίδας ἐν τοῖς ἱππεῦσιν καὶ τοῖς θηρίοις, ἀφέμενοι δὲ τῶν ἐπιπέδων χωρίων καὶ συγκλείσαντες σφᾶς αὐτοὺς εἰς τόπους ἐρυμνοὺς καὶ δυσβάτους, ἔμελλον διδάξειν τοὺς πολεμίους ὃ δέον ἦν πράττειν κατʼ αὐτῶν. ὃ δὴ καὶ συνέβη γενέσθαι.

συννοήσαντες γὰρ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἐμπείρως ὅτι τὸ πρακτικώτατον καὶ φοβερώτατον τῆς τῶν ὑπεναντίων δυνάμεως ἠχρείωται διὰ τοὺς τόπους, οὐκ ἀνέμειναν ἕως ἐκεῖνοι καταβάντες εἰς τὰ πεδία παρετάξαντο,

χρώμενοι δὲ τοῖς ἰδίοις καιροῖς ἅμα τῷ φωτὶ προσέβαινον ἐξ ἑκατέρου τοῦ μέρους πρὸς τὸν λόφον.

οἱ μὲν οὖν ἱππεῖς καὶ τὰ θηρία τοῖς Καρχηδονίοις ἦν ἄχρηστα τελέως· οἱ δὲ μισθοφόροι πάνυ γενναίως καὶ προθύμως ἐκβοηθήσαντες τὸ μὲν πρῶτον στρατόπεδον ἠνάγκασαν ἐκκλῖναι καὶ φυγεῖν·