Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐνέβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δʼ ἀφέμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις.

ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρισμέναι τοῖς τόποις ἀλλήλων·

τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον.

οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν ᾖ παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων.

οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν· τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν.

ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς.

συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον.

οἱ δὲ Καρχηδόνιοι, τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστούμενοι καὶ παραδόξως ὑπὸ τῶν βοηθησάντων κυκλούμενοι, κλίναντες πελαγίαν ἐποιοῦντο τὴν ὑποχώρησιν.

κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλεισμένον πρὸς τῇ γῇ τὸν τρίτον στόλον ὑπὸ τοῦ τῶν Καρχηδονίων εὐωνύμου κέρατος, ὅ τε Μάρκος ἐν ἀσφαλεῖ καταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους ὥρμησαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύουσι.

παραπλήσιον γὰρ ἦν ἤδη τὸ γινόμενον πολιορκίᾳ· καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμβολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς ἔχοντες οὐ προσῄεσαν.