Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχεν προσηγορίας· πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος καὶ τὰ λοιπὰ κατὰ λόγον. τὸ δὲ τέταρτον καὶ τρίτην ἐπωνυμίαν ἔτι προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.

καὶ τὸ μὲν σύμπαν ἦν στράτευμα τούτων τῆς ναυτικῆς δυνάμεως περὶ τέτταρας καὶ δέκα μυριάδας, ὡς ἂν ἑκάστης νεὼς λαμβανούσης ἐρέτας μὲν τριακοσίους, ἐπιβάτας δʼ ἑκατὸν εἴκοσιν.

οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πλεῖον καὶ τὸ πᾶν ἡρμόζοντο πρὸς τὸν κατὰ θάλατταν κίνδυνον· τό γε μὴν πλῆθος αὐτῶν ἦν ὑπὲρ πεντεκαίδεκα μυριάδας κατὰ τὸν τῶν νεῶν λόγον.

ἐφʼ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν, στοχαζόμενος ἔκ τε τοῦ τῶν ἀνδρῶν καὶ τοῦ τῶν νεῶν πλήθους.

οἱ δὲ Ῥωμαῖοι συλλογιζόμενοι διότι τὸν μὲν πλοῦν εἶναι συμβαίνει πελάγιον, τοὺς δὲ πολεμίους ταχυναυτεῖν, πανταχόθεν ἐπειρῶντο ποιεῖσθαι τὴν τάξιν ἀσφαλῆ καὶ δυσπρόσοδον.

τὰς μὲν οὖν ἑξήρεις δύʼ οὔσας, ἐφʼ ὧν ἔπλεον οἱ στρατηγοὶ Μάρκος Ἀτίλιος καὶ Λεύκιος Μάλιος, πρώτας ἐν μετώπῳ παραλλήλους ἔταξαν.

τούτων δʼ ἑκατέρᾳ συνεχεῖς κατὰ μίαν ναῦν ἐπιτάττοντες τῇ μὲν τὸν πρῶτον, τῇ δὲ τὸν δεύτερον στόλον ἐπέστησαν, ἀεὶ καθʼ ἑκάστην ναῦν ἑκατέρου τοῦ στόλου μεῖζον τὸ μεταξὺ ποιοῦντες διάστημα. ταῖς δὲ πρώρραις ἔξω νεύοντα τὰ σκάφη τὴν ἐπίστασιν ἐπʼ ἀλλήλοις εἶχεν.

ἐπειδὴ δὲ τὸν πρῶτον καὶ δεύτερον στόλον ἁπλῶς εἰς ἔμβολον ἔταξαν, ἐπέβαλον τούτοις ἐπὶ μίαν ναῦν ἐν μετώπῳ τὸ τρίτον στρατόπεδον· ὧν ἐπιστάντων ἀπετελέσθη τρίγωνον τὸ πᾶν εἶδος τῆς τάξεως.

ἐπὶ δὲ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν.

ταύταις δὲ κατόπιν ἐπέβαλον τὸν τέταρτον στόλον, τοὺς τριαρίους κληθέντας, ἐπὶ μίαν παρεκτείναντες ναῦν, ὡς ὑπερτείνειν ἐξ ἑκατέρου τοῦ μέρους τοὺς πρὸ ἑαυτῶν.

καὶ συναρμοσθέντων πάντων κατὰ τὸν εἰρημένον τρόπον, τὸ μὲν ὅλον ἀπετελέσθη σχῆμα τῆς τάξεως ἔμβολον, οὗ τὸ μὲν ἐπὶ τὴν κορυφὴν μέρος ἦν κοῖλον, τὸ δὲ πρὸς τῇ βάσει στερεόν, τὸ δὲ σύμπαν ἐνεργὸν καὶ πρακτικόν, ἅμα δὲ καὶ δυσδιάλυτον.

οἱ δὲ τῶν Καρχηδονίων στρατηγοὶ κατὰ τὸν αὐτὸν καιρὸν παρακαλέσαντες τὰ πλήθη διὰ βραχέων καὶ συνυποδείξαντες αὐτοῖς ὅτι νικήσαντες μὲν τῇ ναυμαχίᾳ περὶ Σικελίας ποιήσονται τὸν πόλεμον, ἡττηθέντες δὲ περὶ τῆς σφετέρας πατρίδος κινδυνεύσουσιν καὶ τῶν ἀναγκαίων, οὕτως αὐτοῖς παρήγγειλαν ἐμβαίνειν εἰς τὰς ναῦς.

προθύμως δὲ πάντων ποιούντων τὸ παραγγελλόμενον διὰ τὸ προορᾶσθαι τὸ μέλλον ἐκ τῶν εἰρημένων, εὐθαρσῶς ἀνήγοντο καὶ καταπληκτικῶς.

θεωροῦντες δὲ τὴν τῶν πολεμίων τάξιν οἱ στρατηγοὶ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὰ μὲν τρία μέρη τῆς αὑτῶν δυνάμεως ἐπὶ μίαν ἔταττον ναῦν, πρὸς τὸ πέλαγος ἀνατείναντες τὸ δεξιὸν κέρας, ὡς κυκλώσοντες τοὺς ὑπεναντίους, πάσας ἱστάντες ἀντιπρώρρους τὰς ναῦς τοῖς πολεμίοις. τὸ δὲ τέταρτον εὐώνυμον τῆς ὅλης τάξεως ἐποίουν,

ἐν ἐπικαμπίῳ νεῦον πρὸς τὴν γῆν.