Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύσαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ.

κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἱέρων νομίσας εὐφυῶς ἔχειν τὰ παρόντα πρὸς τὸ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατέχοντας ὁλοσχερῶς ἐκβαλεῖν ἐκ τῆς Σικελίας, τίθεται πρὸς τοὺς Καρχηδονίους συνθήκας.

καὶ μετὰ ταῦτʼ ἀναζεύξας ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν ἐπὶ τὴν προειρημένην πόλιν· καταστρατοπεδεύσας δʼ ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον ἀπέκλεισε καὶ ταύτης τῆς ἐξόδου τοὺς ἐν τῇ πόλει.

ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Ἄππιος νυκτὸς καὶ παραβόλως περαιωθεὶς τὸν πορθμὸν ἧκεν εἰς τὴν Μεσσήνην.

ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δʼ ἐπισφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης,

τὸ μὲν πρῶτον διεπρεσβεύετο πρὸς ἀμφοτέρους, βουλόμενος ἐξελέσθαι τοῦ πολέμου τοὺς Μαμερτίνους· οὐδενὸς δὲ προσέχοντος αὐτῷ,

τέλος ἐπαναγκαζόμενος ἔκρινε διακινδυνεύειν καὶ πρῶτον ἐγχειρεῖν τοῖς Συρακοσίοις.

ἐξαγαγὼν δὲ τὴν δύναμιν παρέταξε πρὸς μάχην, ἑτοίμως εἰς τὸν ἀγῶνα συγκαταβάντος αὐτῷ καὶ τοῦ τῶν Συρακοσίων βασιλέως·