Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δʼ ἐπισφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης,

τὸ μὲν πρῶτον διεπρεσβεύετο πρὸς ἀμφοτέρους, βουλόμενος ἐξελέσθαι τοῦ πολέμου τοὺς Μαμερτίνους· οὐδενὸς δὲ προσέχοντος αὐτῷ,

τέλος ἐπαναγκαζόμενος ἔκρινε διακινδυνεύειν καὶ πρῶτον ἐγχειρεῖν τοῖς Συρακοσίοις.

ἐξαγαγὼν δὲ τὴν δύναμιν παρέταξε πρὸς μάχην, ἑτοίμως εἰς τὸν ἀγῶνα συγκαταβάντος αὐτῷ καὶ τοῦ τῶν Συρακοσίων βασιλέως·

ἐπὶ πολὺν δὲ χρόνον διαγωνισάμενος ἐπεκράτησεν τῶν πολεμίων καὶ κατεδίωξε τοὺς ὑπεναντίους ἕως εἰς τὸν χάρακα πάντας.

Ἄππιος μὲν οὖν σκυλεύσας τοὺς νεκροὺς ἐπανῆλθεν πάλιν εἰς τὴν Μεσσήνην. ὁ δʼ Ἱέρων ὀττευσάμενός τι περὶ τῶν ὅλων πραγμάτων, ἐπιγενομένης τῆς νυκτὸς ἀνεχώρησε κατὰ σπουδὴν

εἰς τὰς Συρακούσας. τῇ δὲ κατὰ πόδας ἡμέρᾳ γνοὺς Ἄππιος τὴν ἀπόλυσιν τῶν προειρημένων καὶ γενόμενος εὐθαρσὴς ἔκρινε μὴ μέλλειν, ἀλλʼ ἐγχειρεῖν τοῖς Καρχηδονίοις.

παραγγείλας οὖν τοῖς στρατιώταις ἐν ὥρᾳ γίνεσθαι τὴν θεραπείαν, ἅμα τῷ φωτὶ τὴν ἔξοδον ἐποιεῖτο.

συμβαλὼν δὲ τοῖς ὑπεναντίοις πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην εἰς τὰς παρακειμένας πόλεις.