Against Philon, On his Scrutiny

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

ὤιμην μέν, ὦ βουλή, οὐκ ἄν ποτʼ εἰς τοῦτο τόλμης Φίλωνα ἀφικέσθαι, ὥστε ἐθελῆσαι εἰς[*](εἰς Cobet: ὡς MSS.) ὑμᾶς ἐλθεῖν δοκιμασθησόμενον· ἐπειδὴ δὲ οὐχ ἕν τι μόνον ἀλλὰ πολλὰ τολμηρός ἐστιν,

ἐγὼ δὲ ὀμόσας εἰσῆλθον εἰς τὸ βουλευτήριον[*](βουλευτήριον Bekker: δικαστήριον MSS.) τὰ βέλτιστα βουλεύσειν[*](βουλεύσειν Frohberger: συμβουλεύσειν MSS.) τῇ πόλει, ἔνεστί τε ἐν τῷ ὅρκῳ ἀποφανεῖν εἴ τίς τινα οἶδε τῶν λαχόντων ἀνεπιτήδειον ὄντα βουλεύειν, ἐγὼ τὴν κατὰ τουτουὶ Φίλωνος ποιήσομαι κατηγορίαν, οὐ μέντοι γε ἰδίαν ἔχθραν οὐδεμίαν μεταπορευόμενος, οὐδὲ τῷ δύνασθαι καὶ εἰωθέναι λέγειν ἐν ὑμῖν ἐπαρθείς, ἀλλὰ τῷ πλήθει τῶν ἁμαρτημάτων αὐτοῦ πιστεύων, καὶ τοῖς ὅρκοις οἷς ὤμοσα ἐμμένειν ἀξιῶν.

γνώσεσθε μὲν οὖν ὅτι οὐκ ἀπὸ ἴσης παρασκευῆς ἐγώ τε τοῦτον ἐλέγξω οἷός ἐστι, καὶ οὗτος ἐπεχείρησε πονηρὸς εἶναι· ὅμως δʼ[*](δʼ add. Markland.) εἴ τι ἐγὼ ἐλλείποιμι τῷ λόγῳ τῆς κατηγορίας, οὐκ ἂν δίκαιος εἴη οὗτος διὰ τοῦτο ὠφεληθῆναι, ἀλλὰ μᾶλλον, ὅ τι ἱκανῶς διδάξαιμι,

ἐκ τούτων ἀποδοκιμασθῆναι. ἐνδεῶς μὲν γὰρ διὰ τὴν ἀπειρίαν πάντων τῶν τούτῳ πεπραγμένων, ἱκανῶς δὲ διὰ τὴν περὶ αὐτὸν κακίαν εἰρηκὼς ἂν εἴην. ἀξιῶ δὲ καὶ ὑμῶν οἵτινες δυνατώτεροι ἐμοῦ εἰσι λέγειν,[*](λέγειν Reiske: λόγῳ MSS.) ἀποφῆναι μείζω ὄντα αὐτοῦ τὰ ἁμαρτήματα, καὶ ἐξ ἂν ἐγὼ ὑπολίπω,[*](ὑπολίπω Hirschig: ὑπολίπωμαι MSS.) πάλιν αὐτοὺς περὶ ὧν ἴσασι κατηγορῆσαι Φίλωνος· οὐ γὰρ ἐκ τῶν ὑπʼ ἐμοῦ μόνου[*](μόνου add. Frohberger.) λεγομένων δεῖ ὑμᾶς περὶ αὐτοῦ ὁποῖός ἐστι σκέψασθαι.

ἐγὼ γὰρ οὐκ ἄλλους τινάς φημι δίκαιον εἶναι βουλεύειν περὶ ἡμῶν, ἢ τοὺς πρὸς τῷ εἶναι πολίτας καὶ ἐπιθυμοῦντας τούτου. τούτοις μὲν γὰρ μεγάλα τὰ διαφέροντά ἐστιν εὖ τε πράττειν τὴν πόλιν τήνδε καὶ ἀνεπιτηδείως διὰ τὸ ἀναγκαῖον σφίσιν αὐτοῖς ἡγεῖσθαι εἶναι μετέχειν τὸ μέρος τῶν δεινῶν,

ὥσπερ καὶ τῶν ἀγαθῶν μετέχουσι· ὅσοι δὲ φύσει μὲν πολῖταί εἰσι, γνώμῃ δὲ χρῶνται ὡς πᾶσα γῆ πατρὶς αὐτοῖς ἐστιν ἐν ᾗ ἂν τὰ ἐπιτήδεια ἔχωσιν, οὗτοι δῆλοί εἰσιν ὅτι κἂν[*](κἂν Dryander: ἂν MSS.) παρέντες τὸ τῆς πόλεως κοινὸν ἀγαθὸν ἐπὶ τὸ ἑαυτῶν ἴδιον κέρδος ἔλθοιεν διὰ τὸ μὴ τὴν πόλιν ἀλλὰ τὴν οὐσίαν πατρίδα ἑαυτοῖς ἡγεῖσθαι.

ἐγὼ τοίνυν ἀποφανῶ Φίλωνα τουτονὶ περὶ πλείονος ποιησάμενον τὴν ἰδίαν ἀσφάλειαν ἢ τὸν κοινὸν τῆς πόλεως κίνδυνον, καὶ ἡγησάμενον κρεῖττον εἶναι αὐτὸν ἀκινδύνως τὸν βίον διάγειν ἢ τὴν πόλιν σῴζειν ὁμοίως τοῖς ἄλλοις πολίταις κινδυνεύοντα.

οὗτος γάρ, ὦ βουλή, ὅτε ἡ συμφορὰ τῇ πόλει ἦν (ἧς ἐγώ, καθʼ ὅσον ἀναγκάζομαι, κατὰ τοσοῦτον μέμνημαι), ἐκκεκηρυγμένος ἐκ τοῦ ἄστεως ὑπὸ τῶν τριάκοντα μετὰ τοῦ ἄλλου πλήθους τῶν πολιτῶν τέως μὲν ᾤκει ἐν ἀγρῷ, ἐπειδὴ δὲ οἱ ἀπὸ Φυλῆς κατῆλθον εἰς τὸν Πειραιᾶ, καὶ οὐ μόνον οἱ ἐκ τῶν ἀγρῶν ἀλλὰ καὶ οἱ ἐκ τῆς ὑπερορίας οἱ μὲν εἰς τὸ ἄστυ οἱ δʼ εἰς τὸν Πειραιᾶ συνελέγοντο, καὶ καθʼ ὅσον ἕκαστος οἷός τʼ ἦν, κατὰ τοσοῦτον ἐβοήθει τῇ πατρίδι, τὰ ἐναντία ἅπασι τοῖς ἄλλοις πολίταις ἐποίησε·

συσκευασάμενος γὰρ τὰ ἑαυτοῦ ἐνθένδε[*](ἐνθένδε Bekker: ἐνθάδε MSS.) εἰς τὴν ὑπερορίαν ἐξῴκησε, καὶ ἐν Ὠρωπῷ μετοίκιον κατατιθεὶς ἐπὶ προστάτου ᾤκει, βουληθεὶς παρʼ ἐκείνοις μετοικεῖν μᾶλλον ἢ μεθʼ ἡμῶν πολίτης εἶναι. οὐ τοίνυν οὐδʼ ὥσπερ ἔνιοί τινες τῶν πολιτῶν μετεβάλοντο, ἐπειδὴ ἑώρων τοὺς ἀπὸ Φυλῆς ἐν οἷς ἔπραττον εὐτυχοῦντας, οὐδὲ τούτων τι τῶν εὐτυχημάτων ἠξίωσε μετασχεῖν, ἐπὶ κατειργασμένοις μᾶλλον ἐλθεῖν βουλόμενος ἢ συγκατελθεῖν κατεργασάμενός τι τῶν τῇ κοινῇ πολιτείᾳ συμφερόντων· οὐ γὰρ[*](οὐ γὰρ Weidner: οὐδʼ MSS.) ἦλθεν εἰς τὸν Πειραιᾶ, οὐδʼ ἔστιν ὅπου ἑαυτὸν ὑμῖν τάξαι παρέσχεν.

καίτοιγε[*](καίτοιγε Scheibe: καὶ γὰρ.) ὅστις εὐτυχοῦντας ὁρῶν ἡμᾶς[*](ἡμᾶς Taylor: ὑμᾶς MSS.) ἐτόλμα προδιδόναι, τί ποτε ὡς μὴ ἐβουλόμεθά γε πράττοντας ἐποίησεν ἄν; ὅσοι μὲν τοίνυν διὰ συμφορὰς ἰδίας οὐ μετέσχον τῶν τότε γενομένων τῇ πόλει κινδύνων, συγγνώμης τινὸς ἄξιοί εἰσι τυχεῖν· οὐδενὶ γὰρ οὐδὲν ἑκούσιον δυστύχημα γίγνεται·

ὅσοι δὲ γνώμῃ τοῦτο ἔπραξαν, οὐδεμιᾶς συγγνώμης ἄξιοί εἰσιν· οὐ γὰρ διὰ δυστυχίαν ἀλλὰ διʼ ἐπιβουλὴν ἐποίησαν αὐτό. καθέστηκε δέ τι ἔθος δίκαιον πᾶσιν ἀνθρώποις τῶν αὐτῶν ἀδικημάτων μάλιστα ὀργίζεσθαι τοῖς μάλιστα δυναμένοις μὴ ἀδικεῖν, τοῖς δὲ πένησιν ἢ ἀδυνάτοις τῷ σώματι συγγνώμην ἔχειν διὰ τὸ ἡγεῖσθαι ἄκοντας αὐτοὺς ἁμαρτάνειν.

οὗτος τοίνυν οὐδεμιᾶς συγγνώμης ἄξιός ἐστι τυχεῖν· οὔτε γὰρ τῷ σώματι ἀδύνατος ἦν ταλαιπωρεῖν, ὡς καὶ ὑμεῖς ὁρᾶτε, οὔτε τῇ οὐσίᾳ ἄπορος λῃτουργεῖν, ὡς ἐγὼ ἀποδείξω. ὅστις οὖν ὅσον δυνατὸς ἦν ὠφελεῖν, τοσοῦτον κακὸς ἦν, πῶς οὐκ ἂν εἰκότως ὑπὸ πάντων ὑμῶν μισοῖτο;

ἀλλὰ μὴν οὐδʼ ἀπεχθήσεσθέ γε τῶν πολιτῶν οὐδενὶ τοῦτον ἀποδοκιμάσαντες, ὃς[*](ὃς add. Taylor.) οὔ τι[*](οὔ τι Sauppe: οὔτʼ εἰ.) τοὺς ἑτέρους ἀλλʼ ἀμφοτέρους φανερός ἐστι προδούς, ὥστε μήτε τοῖς ἐν τῷ ἄστει γενομένοις φίλον προσήκειν εἶναι τοῦτον (οὐ γὰρ ἠξίωσεν ὡς αὐτοὺς ἐλθεῖν κινδυνεύοντας), μήτε τοῖς τὸν Πειραιᾶ καταλαβοῦσιν· οὐδὲ γὰρ τούτοις ἠθέλησε συγκατελθεῖν, καὶ ταῦτα ὥς φησι καὶ ἀστὸς γενόμενος.

εἰ μέντοι τι μέρος περίεστι τῶν πολιτῶν ὅ τι τῶν αὐτῶν μετέσχε τούτῳ πραγμάτων, μετʼ ἐκείνων, ἐάν ποτε (ὃ μὴ γένοιτο) λάβωσι τὴν πόλιν, βουλεύειν ἀξιούτω. ὡς οὖν ᾤκει τε ἐν Ὠρωπῷ ἐπὶ προστάτου καὶ ἐκέκτητο ἱκανὴν οὐσίαν καὶ οὔτʼ ἐν τῷ Πειραιεῖ οὔτʼ ἐν τῷ ἄστει ἔθετο τὰ ὅπλα, ἵνα εἰδῆτε ὅτι ταῦτα πρῶτον ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτύρων.

Μάρτυρεςὑπολείπεται τοίνυν αὐτῷ λέγειν ὡς τῷ μὲν σώματι διʼ ἀσθένειάν τινα γενομένην ἀδύνατος κατέστη βοηθῆσαι εἰς τὸν Πειραιᾶ, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἐπαγγειλάμενος αὐτὸς ἢ χρήματʼ εἰσενεγκεῖν εἰς τὸ πλῆθος τὸ ὑμέτερον ἢ ὁπλίσαι τινὰς τῶν ἑαυτοῦ δημοτῶν, ὥσπερ καὶ ἄλλοι πολλοὶ τῶν πολιτῶν αὐτοὶ οὐ δυνάμενοι λῃτουργεῖν τοῖς σώμασιν.

ἵνα οὖν μὴ ἐγγένηται αὐτῷ ψευσαμένῳ ἐξαπατῆσαι, καὶ περὶ τούτων ἤδη σαφῶς ὑμῖν ἀποδείξω, ἐπειδὴ ὕστερον οὐκ ἐξέσται μοι παρελθόντι ἐνθάδʼ ἐλέγχειν αὐτόν. καί μοι κάλει Διότιμον τὸν[*](Διότιμον τὸν Frohberger: αὐτὸν Διότιμον.) Ἀχαρνέα καὶ τοὺς αἱρεθέντας μετʼ αὐτοῦ τοὺς δημότας ὁπλίσαι ἀπὸ τῶν εἰσενεχθέντων χρημάτων.

Μαρτυρία τῶν Αἱρεθέντων μετὰ Διοτίμουοὗτος τοίνυν οὐχ ὅπως ὠφελήσει τὴν πόλιν ἐν τοιούτῳ καιρῷ καὶ τοιαύτῃ καταστάσει διενοήθη, ἀλλʼ ὅπως τι κερδανεῖ ἀπὸ τῶν ὑμετέρων συμφορῶν παρεσκευάσατο· ὁρμώμενος γὰρ ἐξ Ὠρωποῦ, τοτὲ μὲν αὐτὸς μόνος, τοτὲ δʼ ἑτέροις ἡγούμενος οἷς τὰ ὑμέτερα δυστυχήματα εὐτυχήματα ἐγεγόνει,

περιιὼν κατὰ τοὺς ἀγροὺς καὶ ἐντυγχάνων τῶν πολιτῶν τοῖς πρεσβυτάτοις, οἳ κατέμειναν ἐν τοῖς δήμοις ὀλίγα μὲν τῶν ἐπιτηδείων ἔχοντες, ἀναγκαῖα δέ, εὖνοι μὲν ὄντες τῷ πλήθει, ἀδύνατοι δὲ ὑπὸ τῆς ἡλικίας βοηθεῖν, τούτους ἀφῃρεῖτο τὰ ὑπάρχοντα, περὶ πλείονος ποιούμενος αὐτὸς μικρὰ κερδαίνειν ἢ ἐκείνους μηδὲν ἀδικεῖν· οἳ νῦν αὐτὸν διʼ αὐτὸ τοῦτο οὐχ οἷοί τέ εἰσιν ἐπεξελθεῖν ἅπαντες, διʼ ὅπερ καὶ τότε ἀδύνατοι τῇ πόλει βοηθεῖν ἦσαν.

οὐ μέντοι τοῦτόν γε χρὴ διὰ τὴν ἐκείνων ἀδυναμίαν δὶς ὠφεληθῆναι, τότε τʼ[*](τότε τʼ Reiske: τό τε.) ἀφελόμενον ἃ εἶχον, νῦν τε δοκιμασθέντα ὑφʼ ὑμῶν· ἀλλὰ κἂν ὁστισοῦν παραγένηται τῶν ἀδικηθέντων, μέγα αὐτὸ ἡγήσασθε εἶναι, καὶ τοῦτον ὑπερμισήσατε, ὅστις ἐτόλμησεν, οἷς ἕτεροι διδόναι παρʼ ἑαυτῶν τι προῃροῦντο διὰ τὴν ἀπορίαν οἰκτίραντες αὐτούς, τούτων ἀφαιρεῖσθαι τὰ ὑπάρχοντα. κάλει μοι τοὺς μάρτυρας.

Μάρτυρεςοὐ τοίνυν ἔγωγε οἶδα[*](οἶδα marg. Ald.: ἤδη, οἶμαι MSS.) ὅ τι ὑμᾶς διαφερόντως δεῖ γιγνώσκειν περὶ αὐτοῦ ἢ οἱ οἰκεῖοι γιγνώσκουσι· τοιαῦτα γάρ ἐστιν, ὥστʼ εἰ καὶ μηδὲν αὐτῷ ἄλλο ἡμάρτητο, διὰ μόνα ταῦτα δίκαιον[*](δίκαιον Emperius: ἱκανὸν MSS.) εἶναι ἀποδοκιμασθῆναι. οἷα μὲν οὖν ζῶσα ἡ μήτηρ αὐτοῦ κατηγόρει, παρήσω· ἐξ ὧν δὲ τελευτῶσα τὸν βίον διεπράξατο τεκμαιρομένοις ῥᾴδιόν ἐστιν ὑμῖν γνῶναι ὁποῖός τις ἦν περὶ αὐτήν.