Defense Against A Charge Of Taking Bribes: Undesignated

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου. τεκμήριον δὲ τούτου ὑμῖν μέγιστον ἐρῶ. πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς.

καίτοι ὑμᾶς οἶμαι εἰδέναι ὅτι στρατηγὸς ὤν, ᾧ ἐξῆν ποιεῖν ὅ τι ἐβούλετο, οὐκ ἄν ποτε ἀνέβη ἐπʼ ἄλλην ναῦν εἰ μὴ τὴν ἄριστα πλέουσαν, μέλλων αὐτὸς κινδυνεύσειν. ἐπειδὴ δὲ ἐκείνους μὲν ὑμεῖς ἐπαύσατε τῆς ἀρχῆς,

τοὺς δὲ μετὰ Θρασύλλου δέκα ἕλεσθε, οὗτοι πάντες ἐβούλοντο ἐπὶ τῆς ἐμῆς νεὼς πλεῖν, ἀνέβη μέντοι πολλῶν λοιδοριῶν αὐτοῖς γενομένων Ἀρχέστρατος ὁ Φρεάρριος· ἀποθανόντος δὲ τούτου ἐν Μυτιλήνῃ Ἐρασινίδης μετʼ ἐμοῦ συνέπλει. καίτοι οὕτω παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα;

ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά; ἢ πόσα τὴν πόλιν εὖ πεποιηκέναι; τεκμήριον δὲ τούτου μέγιστον· ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχία αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς[*](καὶ τοῖς Markland: δὲ τοῖς, τοῖς MSS.) τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομένην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα.

καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλʼ ἀπὸ παρασκευῆς τῆς ἐμῆς· εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν. κάλεσον δὲ καὶ Ναυσίμαχον.[*](Ναυσίμαχον Schott: λυσίμαχον MSS.)