For Polystratus

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

καὶ κατηγοροῦσι μὲν αὐτοῦ ὡς πολλὰς ἀρχὰς ἦρξεν, ἀποδεῖξαι δὲ οὐδεὶς οἷός τέ ἐστιν ὡς οὐ καλῶς ἦρξεν. ἐγὼ δʼ ἡγοῦμαι οὐ τούτους ἀδικεῖν ἐν τοῖς πράγμασιν ἐκείνοις, ἀλλʼ εἴ τις ὀλίγας ἄρξας ἀρχὰς μὴ τὰ ἄριστα ἦρξε τῇ πόλει. οὐ γὰρ οἱ καλῶς ἄρχοντες προὐδίδοσαν τὴν πόλιν,

ἀλλʼ οἱ μὴ δικαίως. οὗτος δὲ πρῶτον μὲν ἄρξας ἐν Ὠρωπῷ οὔτε προέδωκε οὔθʼ[*](οὔθ’ Taylor: καὶ MSS.) ἑτέραν πολιτείαν κατέστησε, τῶν ἄλλων ἁπάντων ὅσοι ἦρχον καταπροδόντων τὰ πράγματα. οἱ δʼ οὐχ ὑπέμειναν, καταγνόντες σφῶν αὐτῶν ἀδικεῖν· ὁ δὲ ἡγούμενος μηδὲν ἠδικηκέναι δίκην δίδωσι.

καὶ τοὺς μὲν ἀδικοῦντας οἱ κατήγοροι ἐκκλέπτουσιν, ἀργύριον λαμβάνοντες· παρʼ ὧν δʼ ἂν μὴ κερδαίνωσιν, ἀδικοῦντας ἀποφαίνουσι. καὶ ὁμοίας τὰς κατηγορίας ποιοῦνται τῶν τε εἰπόντων γνώμην τινὰ ἐν τῇ βουλῇ καὶ τῶν μή. οὗτος δὲ οὐδὲ γνώμην οὐδεμίαν εἶπε περὶ τοῦ ὑμετέρου πλήθους.

ἐγὼ δʼ ἡγοῦμαι ἀξίους εἶναι τούτους μηδὲν πάσχειν ὑφʼ ὑμῶν κακόν, εἰ ὑμῖν μὲν εὖνοι ἦσαν, ἐκείνοις δὲ οὐκ[*](οὐκ add. Brulart.) ἀπηχθάνοντο. τῶν γὰρ λεγόντων ἐναντία ἐκείνοις οἱ μὲν ἔφευγον οἱ δὲ ἀπέθνῃσκον, ὥστʼ εἴ τις καὶ ἐβούλετο ἐναντιοῦσθαι ὑπὲρ ὑμῶν, τὸ δέος καὶ ὁ φόνος[*](φόνος Reiske: φόβος MSS.) τῶν πεπονθότων ἀπέτρεπε πάντας.