For Polystratus
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
καὶ ἐπειδὴ Καταναῖοι ἠνάγκαζον ἱππεύειν, ἵππευον καὶ οὐδενὸς οὐδʼ ἐνταῦθα κινδύνου ἀπελειπόμην, ὥστʼ εἰδέναι ἅπαντας οἷος ἦν τὴν ψυχὴν ἱππεύων τε καὶ ὁπλιτεύων. ὧν [*](ὧν add. Stephanus.) ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
Μάρτυρεςἀκηκόατε μὲν τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί· οἷος δʼ εἰμὶ περὶ τὸ ὑμέτερον πλῆθος, ἐγὼ ὑμῖν ἀποδείξω. ἀφικομένου γὰρ ἐκεῖσε Συρακουσίου ὅρκιον ἔχοντος καὶ ἑτοίμου ὄντος ὁρκοῦν καὶ προσιόντος πρὸς ἕνα ἕκαστον τῶν ἐκεῖ ὄντων, ἀντεῖπον εὐθὺς αὐτῷ, καὶ ἐλθὼν ὡς Τυδέα διηγούμην ταῦτα, καὶ σύλλογον ἐποίει, καὶ λόγοι οὐκ ὀλίγοι ἦσαν. ὧν δʼ οὖν ἐγὼ εἶπον, καλῶ μάρτυρας.
Μάρτυρεςσκέψασθε δὴ καὶ τοῦ πατρὸς τὴν ἐπιστολήν, ἣν ἔδωκεν ἀποδοῦναι ἐμοί, πότερα τῷ ὑμετέρῳ πλήθει ἀγαθὰ ἐνῆν[*](ἐνῆν Francken: ἦν MSS.) ἢ οὔ. τά τε γὰρ οἰκεῖα ἐνεγέγραπτο, καὶ ἔτι, ὅτε καλῶς ἔχοι τὰ ἐν Σικελίᾳ, ἥκειν. καίτοι ταὐτὰ ὑμῖν συνέφερε καὶ τοῖς ἐκεῖ· ὥστʼ εἰ μὴ εὔνους ἦν τῇ πόλει καὶ ὑμῖν, οὐκ ἄν ποτε τοιαῦτα ἐπέστελλεν.
ἀλλὰ μὴν καὶ τὸν ἀδελφὸν τὸν νεώτατον, οἷος εἰς ὑμᾶς ἐστιν, ἐγὼ ἀποδείξω. καταδρομῆς γὰρ γενομένης τῶν φυγάδων, οἳ[*](οἳ add. Taylor.) οὐ μόνον ἐνθάδε ὅ τι οἷοι τʼ ἦσαν κακὸν εἰργάζοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ τείχους ἔφερον καὶ ἦγον ὑμᾶς, ἐξελάσας ἐκ τῶν ἄλλων ἱππέων ἕνα ἀπέκτεινεν. ὧν ὑμῖν αὐτοὺς μάρτυρας τοὺς παραγενομένους παρέξομαι.