Against Alcibiades: For Deserting the Ranks
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδʼ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλʼ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστʼ ἐπʼ ἐνίοις[*](ἐπʼ ἐνίοις Reiske: ἐπινικίοις MSS.) ὧν οὗτος φιλοτιμεῖται καὶ [*](καὶ add. Jacobs) τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν[*](πονηρὸν Reiske: πότερον, ἐχθρὸν MSS.) ἡγούμενος, καὶ νῦν ὑπʼ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ[*](ὑπὲρ Frohberger: περὶ MSS.) πάντων τῶν πεπραγμένων μεθʼ ὑμῶν αὐτὸν τιμωρήσασθαι.