Against Agoratus: In Pursuance of a Writ
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις[*](πύλαις Palmer: φυλαῖς MSS.) ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας ἐκ τῶν πολιτῶν.[*](ὲκ τῶν πολιτῶν del. Naber) οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι.
Μάρτυρεςτούτῳ τῷ τρόπῳ, ὦ ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα μετὰ τῶν πολιτῶν[*](μετὰ τῶν πολιτῶν del. Sauppe) συμπέμπειν[*](συμπέμπειν Fuhr: πέμπειν MSS.) τὴν πομπήν, καὶ εἴ τις αὐτὸν ταξίαρχος εἰς τάξιν τινὰ κατέταξε.[*](καὶ κατέταξε del. Halbertsman)
μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν ἡ αἰτία.
οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν.
ἀκούω δʼ αὐτὸν καὶ τούτῳ[*](τούτῳ add. Kayser) διισχυρίζεσθαι, ὅτι ἐπʼ αὐτοφώρῳ τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος ἂν[*](ἃν add. Herwerden) ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, ἔνοχος ὢν[*](ἔνοχος ὢν del. Dobree) ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο[*](οὐδὲν ἄλλο Sauppe: οὐδενὶ ἄλλω.) ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι.
δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, οὐκ[*](οὐκ add. Taylor) οἰόμενοι Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ,[*](καὶ τότε διισχυριζομένῳ Kocks: τότε καὶ διισχυριζόμενοι.) σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν ἀπάγοντʼ[*](ἀπάγοντʼ Falk: ἀπάγειν MSS.) ἀναγκάζοντες τό γε[*](τό γε Sluiter: τότε MSS.) προσγράψασθαι ἐπʼ αὐτοφώρῳ· ἢ πῶς οὐκ ἂν εἴη[*](πῶς οὐκ ἂν εἴη Sauppe: ὄπου ἂν ἦ.) ὃς[*](ὃς add. Gebauer) πρῶτον μὲν ἐναντίον πεντακοσίων ἐν τῇ βουλῇ,[*](ἐν τῇ βουλῇ et ἐν τῷ δήμῳ del. Kayser) εἶτα πάλιν ἐναντίον Ἀθηναίων ἁπάντων ἐν τῷ δήμῳ[*](ἐν τῇ βουλῇ et ἐν τῷ δήμῳ del. Kayser) ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου;
οὐ γὰρ δήπου τοῦτο μόνον οἴει τὸ[*](οἴει τὸ Westermann: οἴεται MSS.) ἐπʼ αὐτοφώρῳ, ἐάν τις ξύλῳ ἢ μαχαίρᾳ πατάξας καταβάλῃ, ἐπεὶ ἔκ γε τοῦ σοῦ λόγου οὐδεὶς φανήσεται ἀποκτείνας τοὺς ἄνδρας οὓς σὺ ἀπέγραψας· οὔτε γὰρ ἐπάταξεν αὐτοὺς οὐδεὶς οὔτʼ ἀπέσφαξεν, ἀλλʼ ἀναγκασθέντες ὑπὸ τῆς σῆς ἀπογραφῆς ἀπέθανον. οὐκ οὖν ὁ[*](ὁ add. Emperius) αἴτιος τοῦ θανάτου, οὗτος ἐπʼ αὐτοφώρῳ ἐστί; τίς οὖν ἄλλος αἴτιος ἢ σὺ ἀπογράψας; ὥστε πῶς οὐκ ἐπʼ αὐτοφώρῳ σὺ εἶ ὁ ἀποκτείνας;
πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν τῷ[*](τῷ del. Baiter) Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ἢ ὅρκους ἢ συνθήκας ἢ χρόνον ἢ τὸ[*](τὸ add. Dobree) ἐπʼ αὐτοφώρῳ τι[*](τι del. Reiske) ποιεῖται, αὐτῷ δὲ τῷ πράγματι[*](πράγματι Reiske: γράμματι MSS.) οὔ τι[*](οὔ τι Reiske: οὔτε, οὐ MSS.) πιστεύει καλῶς ἀγωνιεῖσθαι.
ὑμῖν δέ, ὦ ἄνδρες δικασταί, οὐ προσήκει περὶ τούτων ἀποδέχεσθαι· ἀλλʼ ὡς οὐκ ἀπέγραψεν οὐδὲ οἱ ἄνδρες τεθνᾶσι, περὶ τούτων κελεύετε αὐτὸν ἀπολογεῖσθαι. ἔπειτα τοὺς ὅρκους καὶ τὰς συνθήκας οὐδὲν ἡγοῦμαι προσήκειν ἡμῖν πρὸς τοῦτον. οἱ γὰρ ὅρκοι τοῖς ἐν ἄστει πρὸς τοὺς ἐν Πειραιεῖ γεγένηνται.
εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον ἄν[*](ἄν add. Baiter) τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν οὐδέν[*](οὐδέν add. Reiske)· οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ[*](Πειραιεῖ Palmer: ἄστει MSS.) ὤμοσαν.
ἐκ παντὸς δὲ τρόπου ἔμοιγε δοκεῖ οὐχ ἑνὸς θανάτου ἄξιος εἶναι, ὅστις φησὶ μὲν ὑπὸ τοῦ δήμου πεποιῆσθαι,[*](πεποιῆσθαι add. Reiske) τὸν δὲ δῆμον, ὃν αὐτός φησι πατέρα αὑτοῦ εἶναι, φαίνεται κακώσας, καθυφεὶς[*](καθυφεὶς Francken: καὶ ἀφεὶς.) καὶ προδοὺς ἐξ ὧν ἐκεῖνος μείζων καὶ ἰσχυρότερος ἐγίγνετο. ὅστις οὖν τόν τε γόνῳ πατέρα τὸν αὑτοῦ ἔτυπτε καὶ οὐδὲν παρεῖχε τῶν ἐπιτηδείων, τόν τε ποιητὸν πατέρα ἀφείλετο ἃ ἦν ὑπάρχοντα ἐκείνῳ ἀγαθά, πῶς οὐ καὶ διὰ τοῦτο κατὰ[*](κατὰ Emperius: καὶ διὰ.) τὸν τῆς κακώσεως νόμον ἄξιός ἐστι θανάτῳ ζημιωθῆναι;
προσήκει δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἅπασι τιμωρεῖν ὑπὲρ ἐκείνων τῶν ἀνδρῶν ὁμοίως ὥσπερ ἡμῶν ἑνὶ ἑκάστῳ. ἀποθνῄσκοντες γὰρ ὑμῖν[*](ὑμῖν del. Sauppe) ἐπέσκηψαν καὶ ἡμῖν καὶ τοῖς φίλοις[*](φίλοις Sauppe: ἄλλοις MSS.) ἅπασι τιμωρεῖν ὑπὲρ σφῶν αὐτῶν Ἀγόρατον τουτονὶ ὡς φονέα ὄντα, καὶ κακῶς ποιεῖν καθʼ ὅσον ἂν ἔμβραχυ[*](ἔμβραχυ Dobree: βραχὺ MSS.) ἕκαστος δύνηται. εἰ τοίνυν τι ἐκεῖνοι ἀγαθὸν τὴν πόλιν ἢ τὸ πλῆθος τὸ ὑμέτερον φανεροί εἰσι πεποιηκότες, ὃ καὶ αὐτοὶ ὑμεῖς ὁμολογεῖτε, ἀνάγκη ὑμᾶς ἐστι πάντας ἐκείνοις φίλους καὶ ἐπιτηδείους εἶναι, ὥστε οὐδὲν μᾶλλον ἡμῖν ἢ καὶ ὑμῶν ἑνὶ ἑκάστῳ ἐπέσκηψαν.
οὔκουν οὔτε ὅσιον οὔτε νόμιμον ὑμῖν ἐστιν ἀνεῖναι Ἀγόρατον τουτονί. ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, νυνὶ δή, ἐπεὶ ἐν τῷ τότε χρόνῳ, ἐν ᾧ ἐκεῖνοι ἀπέθνῃσκον, οὐχ οἷοί τε ἦστε ἐπαρκέσαι διὰ τὰ πράγματα τὰ περιεστηκότα,[*](περιεστηκότα Markland: παρεστηκότα MSS.) νυνί, ἐν ᾧ δύνασθε, τιμωρήσατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ ἀποψηφιεῖσθε Ἀγοράτου τουτουί, οὐ μόνον τοῦτο διαπράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε·
ἀπολύοντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ θανάτου οὐδὲν ἄλλο γιγνώσκετε ἢ ἐκείνους δικαίως ὑπὸ τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πάθοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμωρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι κατʼ ἐκείνων τῶν ἀνδρῶν τοῖς τριάκοντα γενήσονται.
μηδαμῶς, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψηφίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα ὑπὸ τῶν τριάκοντα καὶ Ἀγοράτου τουτουὶ ἀπέθανον. ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖνοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τούτων. ἀποδέδεικται δʼ ὑμῖν ἅπαντα[*](ἅπαντα del. Taylor) καὶ ἐκ τῶν ψηφισμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων Ἀγόρατος ὢν αὐτοῖς τοῦ θανάτου.
ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφίζεσθαι· ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς ἀποψηφίσασθε· ὧν δʼ ἐκεῖνοι θάνατον οὐ κατέγνωσαν, ὑμεῖς καταψηφίσασθε.[*](καταψηφίσασθε Fuhr: καταγινώσκετε MSS.) οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· Ἀγοράτου δὲ ἀπεψηφίσαντο, διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει καταψηφίζεσθαι.
ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα ψηφίζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι τοῖς ἐχθροῖς[*](τοῖς ἐχθροῖς add. Francken) γίγνεσθε, ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες ἔσεσθε, ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφίσασθαι.