On the Olive Stump

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

δεινότατα οὖν πάσχω· ὃς εἰ μὲν παρέσχετο μάρτυρας, τούτοις ἂν ἠξίου πιστεύειν, ἐπειδὴ δὲ οὐκ εἰσὶν αὐτῷ ἐμοὶ καὶ ταύτην τὴν[*](τὴν del. Bekker) ζημίαν οἴεται χρῆναι γενέσθαι. καὶ τούτου[*](τούτου Auger: τοῦτο MSS.) μὲν οὐ θαυμάζω· οὐ γὰρ δήπου συκοφαντῶν ἅμα[*](ἅμα Bekker: ἅλλα MSS.) τοιούτων τε[*](τε Bekker: γε MSS.) λόγων ἀπορήσει καὶ μαρτύρων· ὑμᾶς δʼ οὐκ ἀξιῶ τὴν αὐτὴν τούτῳ γνώμην ἔχειν.

ἐπίστασθε γὰρ ἐν τῷ πεδίῳ πολλὰς μορίας οὔσας καὶ πυρκαϊὰς ἐν τοῖς ἄλλοις τοῖς ἐμοῖς χωρίοις, ἅς, εἴπερ ἐπεθύμουν, πολὺ ἦν ἀσφαλέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι, ὅσῳπερ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι.

νῦν δʼ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα[*](καὶ add. Westermann: τὴν πατρίδα add. Kayser) καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, ἐπιγνώμονας[*](ἐπιγνώμονας Harpocration: γνώμονας MSS.) δὲ πέμποντας καθʼ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία.