Hecala

Callimachus

Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.

τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔ τι φέρονται μούνῃ ἔνι πτολίων, ὅ τε τέθμιον οἰσέμεν ἄλλους ἐν στομάτεσσι νεὼς Ἀχεροντείας2 ἐπίβαθρον (δανάκην).

E.M. s.v. δανάκης

νομίσματός ἐστιν ὄνομα βαρβαρικόν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· Καλλίμαχος· τοὔνεκα κτλ.
Cf.Suid. s.v. πορθμήϊον,
ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα . . . φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν Ἅιδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοἰκων περὶ τῆς κόρης. καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου.
Cf.Suid. s.vv. Ἀχερουσία and δανάκη,Pollux ix. 6.