De optima secta ad Thrasybulum

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει

117
ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ.

Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς

118
αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται.