De optima secta ad Thrasybulum
Pseudo-Galen
Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.
Ἔτι καὶ τοῦτο τὸ δόγμα τῶν Μεθοδικῶν εὔηθές ἐστιν, τὸ δεῖν ἀεὶ κατ’ ἀρχὰς τῶν νοσημάτων τοῖς στέλλουσι κεχρῆσθαι· τὴν δὲ αἰτίαν ἐντεῦθεν εἴληφε τὸ
219
δόγμα. πολλαὶ φλεγμοναὶ διὰ τῶν στελλόντων κατ’ ἀρχὰς καὶ ἀποκρουομένων καθίστανται. πᾶσα δὲ φλεγμονὴ κατ’ αὐτοὺς στέγνωσίς ἐστι. ἄτοπον οὖν ἐφαίνετο εἶναι τὸ τὰ ἐστεγνωμένα διὰ τῶν πυκνούντων καθίστασθαι. καὶ ἡμῶν λεγόντων διὰ τῆς τῶν λυπούντων ἀποκρούσεως τὴν ἀποκατάστασιν γίνεσθαι τῶν φαινομένων, ἀποβλέψαι μὴ δυνάμενοι πάμπαν φασὶ δεῖν τὴν ἀρχὴν διὰ τῶν στελλόντων ἄγειν. οὐκ ἀποκρουόμεθα γὰρ τὰ αἴτια, ἀλλ’ ἵνα δυσπαθῆ κατασκευάσωμεν τὰ σώματα. ἡ γὰρ συστολὴ, φασὶ, καὶ ἡ σφίγξις τῶν σωμάτων, δυσπαθέστερα τὰ σώματα κατασκευάζουσα, κωλύει ἅψασθαι τὰ νοσήματα. οὐ γὰρ διὰ μειώσεως τῶν νοσημάτων μόνον κωλύεται, φασὶν, ἡ ἐπίδοσις, ἀλλὰ καὶ διὰ δυσπάθειαν τῶν σωμάτων. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἀδύνατον διὰ συναυξήσεως τῶν βλαπτόντων δυσπαθῆ κατασκευάσαι τὰ σώματα, ἄλλως τε πρὸ τοῦ νοσεῖν χρὴ δυσπάθειαν τοῖς σώμασι περιποιεῖν. εἰς γὰρ τὸ μὴ γίνεσθαι νόσον, τῆς δυσπαθείας δεόμεθα. πεπονθότων 220
δὲ τῶν σωμάτων, ἀναίρεσιν δεῖ ποιεῖσθαι τῶν διατιθέντων. ἐπειδὴ δὲ ἡ στεγνὴ διάθεσις πύκνωσίς ἐστι καὶ δυσδιαφορησία τῶν σωμάτων, τὰ δὲ στέλλοντα πυκνοῖ τὴν ἐπιφάνειαν, καὶ δυσδιαφόρητον ἀπεργάζεται, δῆλον ὡς συνεργήσει μᾶλλον τῇ ἐπιδόσει τῶν στεγνουμένων τὰ στέλλοντα, ἤπερ ἐναντιωθήσεται. καὶ ὅπερ τὸ πάθος ἐν τοῖς οἰκείοις καιροῖς μέγεθος ἂν ἀπειλήφει, τοῦτο ἐν ἀρχῇ διὰ τῶν βοηθημάτων παραγίνεται. φαίνονται δὲ καὶ τὸ ἐναντίον τῷ ὑπὸ τῆς ἀρχῆς ἀπαιτουμένῳ παραλαμβάνοντες. ἡ μὲν γὰρ ἀρχὴ τὸ κωλῦον αὔξεσθαι ἐνδείκνυται, ἡ δὲ ποιότης τῶν προσαγομένων τῇ ἐπιδόσει συνεργεῖν ἔοικε. δυοῖν θάτερον, ἢ τῇ ἀρχῇ ὡς κακῶς ἐνδεικνυμένῃ προσεκτέον, ἤ ἡ ποιότης τῶν προσαγομένων οὐκ ἐπ’ ἀγαθῷ προσάγεται. Τὸ μὲν τοίνυν ἐπ’ ὠφελείᾳ κατὰ τὰς ἀρχὰς τῶν φλεγμονῶν τὰ στέλλοντα προσάγεσθαι, πᾶς ἂν τις ὁμολογήσειεν· ἄξιον δὲ ζητῆσαι παρ’ αὐτῶν τοῦ γενομένου τὴν αἰτίαν. τὸ μὲν γὰρ δυσπάθειαν λέγειν ἐκ τῶν στελλόντων
221
παραγίνεσθαι, γελοῖόν ἐστιν, ὡς ὑπεδείξαμεν. μαθέτωσαν δὲ παρ’ ἡμῶν, ὅτι τῇ ἀποκρούσει τῶν λυπούντων καὶ μεταγωγῇ εἰς ἑτέρους ἀπαθεῖς τόπους μειοῖ καὶ λύει τὰς νόσους τὰ στέλλοντα τῶν βοηθημάτων. ἔτι καὶ τοῦτο ῥητέον πρὸς τὸ τὴν ἀρχὴν μὴ ἐνδείκνυσθαι τὰ κωλυτικὰ τῆς αὐτῶν αὐξήσεως βοηθήματα. ταῦτα δὲ κατ’ αὐτούς· ἢν τὰ στέλλοντα αἱ ἀρχαὶ τῶν νοσημάτων, ἤτοι ποιότητά τινα κέκτηνται, ἢ οὔ. τὸ μὲν οὖν λέγειν, ἀποίους εἶναι τὰς ἀρχὰς τῶν νοσημάτων, γελοῖον· οὐ γὰρ ἂν εἰς αἴσθησιν παραγένοιντο, εἰ μὴ εἶχον ποιότητα. ἤτοι οὖν ἡ τῶν ἀρχῶν ποιότης ἑτέρα ἐστὶ παρ’ ἑκάστην τῶν διαθέσεων, ἢ ἑκάστης ἀρχῆς ποιότης ἀδιάφορος τῆς κατ’ αὐτὴν διαθέσεως. εἰ μὲν οὖν ἑτέρα ἐστὶ τῶν ἀρχῶν ποιότης, ἀναφαίνεταί τις αὕτη τοῦ πάθους ἑτέρα κοινότης, ἣν ἐκεῖνοι παρῆκαν· εἰ δ’ ἡ αὐτή ἐστιν ἑκατέρας τῆς ἀρχῆς ποιότης, ἥπερ καὶ τῆς κατ’ αὐτὴν διαθέσεως, διὰ τί μὴ ἐν ἀρχῇ τῶν νοσημάτων πρὸς μὲν τὴν στέγνωσιν τῇ χαλώσῃ ἀγωγῇ, πρὸς δὲ τὴν ῥύσιν τῇ στελλούσῃ χρησόμεθα; ἄλογον 222
γὰρ πρὸς τὴν ἀρχὴν ἑτέρως ἡμᾶς ἵστασθαι, ὡς οὐ τὴν αὐτὴν ποιότητα κεκτημένην τῇ διαθέσει, ἧσπερ ἀρχή ἐστιν.