Ἀπορήσειε δ’ ἄν τις κἀκεῖνο, πῶς οἴονται τὸν καιρὸν τοῦ νοσήματος, ποτὲ μὲν τὴν ποσὴν, ποτὲ δὲ τὴν ποιὰν τροφὴν ἐνδείκνυσθαι, καθὼς ἀξιοῦσιν οἱ Μεθοδικοὶ, ποτὲ μὲν τὴν διαφορὰν ἐνδείκνυσθαι τῶν βοηθημάτων, ποτὲ δὲ τὴν διαφορὰν ἀπαιτεῖν τῶν βοηθημάτων. ὅταν γὰρ φῶσι, τὴν μὲν ἐπίδοσιν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δ’ ἀρχὴν φιλανθρωποτέραν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, τήν τε ποιότητα καὶ ποσότητα τῆς τροφῆς ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων φασίν. ὅταν δὲ φῶσιν, ἡ μὲν ἀρχὴ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἡ δ’ ἐπίδοσις τὸ ἀπεριέργως στέλλειν καὶ χαλᾶν, ἡ δ’ ἀκμὴ ἐπὶ τὸ παρηγορικώτερον
212
ἄγειν, ἡ δὲ παρακμὴ τὸ συνεργεῖν τῇ λύσει, διαφορὰν τῶν βοηθημάτων τοὺς καιροὺς ἀπαιτεῖν ὁμολογήσουσι. πῶς οὖν οὐκ ἄτοπόν ἐστι λέγειν, τὸ αὐτὸ καὶ διαφέρον μηδεμίαν διαφορὰν προσειληφὸς ἐνδείκνυσθαι; πρὸς τοῦτο δ’ ἐροῦσιν ἴσως, ὅτι καὶ κατὰ τοὺς λογικοὺς τὸ αὐτὸ τὰ διαφέροντα ἐνδείκνυται. ἡ γὰρ χολὴ παρακειμένη τὴν περιαίρεσιν ἑαυτῆς βλάπτουσα ἐνδείκνυται. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι τὴν ἀναίρεσιν ἑαυτῆς ἡ χολὴ μόνον ἐνδείκνυται, πλείονες δὲ τρόποι ἀναιρέσεως. ἢ γὰρ περιαιροῦμεν ἢ κατακίρναμεν αὐτήν. ἔπειτα δὲ ἡ μὲν χολὴ, φήσομεν, κατ’ ἄλλο διαφόρων φαίνεται εἶναι ἐνδεικτικὴ, καθὰ μὲν γὰρ βαρεῖ, τὴν περιαίρεσιν, καθὰ δὲ δάκνει, τὴν κατάκρασιν. οἱ δὲ καιροὶ οὐδεμίαν τοιαύτην διαφορὰν ἔχοντες πῶς ἂν ἀπαιτοῖεν τὰ διαφέροντα, οὐκ ἔστιν εἰπεῖν.
Ὅτι δὲ καιρὸς οὐκ ἐνδείκνυται ποιότητα τροφῆς ἢ ποσότητα, μαθεῖν ἐντεῦθέν ἐστιν, ὅπερ ἐνδείκνυται τὸ γένος, τοῦτο καὶ τὴν ποσότητα ἀναγκαῖόν ἐστιν ἐνδείκνυσθαι. ἄνευ μὲν γὰρ διαφορᾶς ἕκαστον τῶν ἐνδεικνυμένων
213
τοῦ ἀπαιτουμένου γένος ἐνδείκνυται. διαφορὰν δὲ προσειληφὸς τὸ αὐτῷ γένει διαφέρον ἐνδείξεται. ἐπεὶ οὖν τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται, κατ’ ἐκείνην ἡ δύναμις καὶ τὴν ποσότητα καὶ τὴν ποιότητα ἐνδείξεται. χωρὶς μὲν γὰρ διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται. διαφορὰν δὲ προσειληφυῖα, καὶ τὸ ἐν τῷ γένει διάφορον ἐνδείξεται. φαίνεται δὲ καὶ Ἱπποκράτης σκοπὸν τῆς ποσῆς τροφῆς τὴν δύναμιν ποιῶν, δι’ ὧν τὰ αὐξανόμενα πλεῖστον ἔχει, φησὶ, τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται, καὶ τὴν ποιότητα ἐκ τῆς κατὰ δύναμιν διαφορᾶς λαμβάνειν δῆλόν ἐστιν. φησὶ γάρ που, σῖτος νέοισι μὲν ἄκρως ἀκμάζουσιν ἀμετάβλητος, γέρουσι δ’ ἐς τέλος μεταβεβλημένος. ἐκ τούτων μὲν οὖν φανερόν ἐστιν, ὡς ἡ δύναμις ἄνευ μὲν διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἀπαιτεῖ· μετὰ διαφορᾶς δὲ τὴν ποιότητα. καιρὸς δ’ οὔτε ποιότητα τροφῆς ἐνδείκνυται, οὔτε ποσότητα. ἔτι τοίνυν, εἴπερ οἱ καιροὶ τῶν νοσημάτων ἐνδείκνυνται τὴν
214
ποιότητα καὶ τὴν ποσότητα τῆς τροφῆς, ἤτοι ἐπὶ τῇ αὐτῶν ὑπομονῇ, ἤτοι ἐπὶ τῇ ἀναιρέσει τοῦτο ἐνδείξονται. τὸ γὰρ ἐνδεικνύμενον ἢ τὴν τήρησιν ἑαυτοῦ, ἢ τὴν ἀναίρεσιν ἐπιδείκνυται. εἰ μὲν τοίνυν τὴν ἔνδειξιν οἱ καιροὶ τῆς ποσῆς καὶ ποιᾶς ποιοῦνται τροφῆς, κατὰ τὸ διαμένον, πῶς οὐ γελοῖόν ἐστι λέγειν, τὴν ποσὴν καὶ ποιὰν τροφὴν προσφέρειν, ἵνα συντηρήσωμεν τοὺς καιροὺς τῶν νοσημάτων; εἰ δ’ ἐπὶ τῇ ἀναιρέσει τῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ ποιοῦνται, δεῖ τὴν ποσὴν καὶ ποιὰν τροφὴν ἐναντιότητά τινα φαίνεσθαι πρὸς τοὺς καιροὺς ἔχουσαν. μόνα γὰρ τὰ ἐναντία τῶν ἐναντίων εἰσὶν ἀναιρετικά. τοῖς δὲ καιροῖς οὐκ ἔστιν οὔθ’ ἡ ποσὴ οὔθ’ ἡ ποιὰ τροφὴ ἐναντία, οὔτε ἀρχὴ, οὔτε ἐπίδοσις, οὔτε ἀκμὴ, οὔτε παρακμή. πλείοσι γὰρ τὸ αὐτὸ αἴτιον οὐκ ἐναντιοῦται· ἓν γὰρ ἑνὶ πέφυκεν ἐναντιοῦσθαι μόνον. κατὰ δὲ τὸν αὐτὸν λόγον δείξομεν, μηδὲ τὴν τῶν βοηθημάτων διαφορὰν ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων. εἰ γὰρ μήτε ἐπὶ τῇ ὑπομονῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ
215
ποιοῦνται, μήτε ἐπὶ τῇ ἀναιρέσει, διότι πλείοσιν οὐκ ἂν γένοιτο ἓν ἐναντίον, καὶ ἄλλος τρόπος οὐκ ἔστιν ἐνδείξεως, δῆλον, ὡς οὐδὲν οἱ καιροὶ συμφέρον ἐνδείκνυνται. ἀλλὰ καὶ εἰς τὴν φύσιν τῶν ἐναντίων ἀποβλέψας τις εἴσεται, ὅτι μηδ’ ἐναντίον. τὰ γὰρ ἐκ τοῦ αὐτοῦ γένους πλεῖστον ἀλλήλων ἀφεστῶτα ἐναντία ἐστί. καιρὸς δὲ τροφῆς ἢ ποσότητος οὐχ ὑπὸ τὸ αὐτὸ τάσσεται γένος. ὅτι μὲν οὑν οὔτε τὴν ποιότητα, οὔτε τὴν ποσότητα, οὔτε τὰς διαφορὰς τῶν βοηθημάτων ἀπὸ τῶν καιρῶν ἐστι λαβεῖν, αὐτάρκως ἡμῖν ἀποδέδεικται.