De optima secta ad Thrasybulum
Pseudo-Galen
Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.
Δείξομεν δὲ, ὅτι οὐδὲν τῶν εἰρημένων ἐνδεικτικὸν εἶναι δύναται βοηθημάτων. καὶ πρῶτόν γε, ὅτι τὸ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείκνυται μέγεθος βοηθημάτων, ἐκ τῶνδε ἄν τις μάθοι. ἐν ταῖς θεραπείαις δεόμεθα οὐχ ἁπλῶς μεγέθους βοηθημάτων (πάντα γὰρ τὰ βοηθήματα σὺν ποσῷ μεγέθει εἰσὶν), ἀλλὰ τοῦδε τοῦ μεγέθους. τὸ δὲ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείξεται τὸ τοῦδε τοῦ βοηθήματος μέγεθος, ἀλλὰ ἁπλῶς μέγεθος. δεῖ δὲ, ὡς ἔφην, οὐχ ἁπλῶς μέγεθος τῶν βοηθημάτων παραλαμβάνειν, ἀλλὰ πηλίκον τόδε τι μέγεθος. ἂν γὰρ ἁπλῶς μέγεθος παραλαμβάνωμεν, ἐπειδὴ πάντα βοηθήματα σὺν ποσῷ μεγέθει νοεῖται, πάντα τὰ βοηθήματα παραληψόμεθα καὶ ἀδιαφορήσομεν, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ δὲ, τοῦ μεγέθους τῶν κοινοτήτων ἁπλῶς μέγεθος βοηθήματος ἐνδεικνυμένου, αὐτοὶ τόδε τι τὸ μέγεθος παραλαμβάνουσι, οὐχ, ὅπερ ὁ σκοπὸς ἐνδείκνυται, τοῦτο παραλήψονται. ὁ γὰρ σκοπὸς κοινῶς μέγεθος ἐνδείκνυται· αὐτοὶ δὲ τόδε τι τὸ μέγεθος παραλαμβάνουσιν.