De optima secta ad Thrasybulum

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν

174
ὑγείαν περιποιήσασθαι, ἠπίσταντο. ἀλλὰ τοῦτο μὲν ἀγνοοῦσιν· ὃ δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη.

Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια

175
εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύσιν ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέγνωσιν ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐνδείκνυται πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμβάνομεν. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα παντάπασι, καὶ τὰ πάθη οὐχ οἶά τέ ἐστιν ἐνδείκνυσθαι τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέδεικται.