De optima secta ad Thrasybulum

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Πόθεν οὖν, φαίη τις ἂν, τὰ χρήσιμα καὶ τὰ ἄχρηστα τῶν συμπτωμάτων διαγιγνώσκει ὁ Λογικός; ῥητέον, ὅτι τῇ πρὸς τοὺς ἐνδεικνυμένους σκοποὺς ἀναφορᾷ. εἰδὼς

159
γὰρ, ὅτι τάδε μὲν τὰ συμπτώματα δηλωτικά ἐστι τῶν τὸ συμφέρον ἐνδεικνυμένων σκοπῶν, τὰ δὲ οὐκ ἔστι τοιαῦτα, τὰ μὲν χρήσιμα παραφυλάττει, τὰ δ’ ἄλλα παραιτεῖται. ἐκ δὲ τῆς τῶν χρησίμων συμπτωμάτων καταλήψεως καὶ τὸ δύνασθαι τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι παραγίνεται. ἔστι δ’ ὅτε οὐχ ὅλην τὴν θεραπείαν μεταφέρει, ἀλλὰ μέρος τι αὐτῆς. ὡς γὰρ τὰς συνδρομὰς καταδιαιρεῖ, οὕτω καὶ τὰς θεραπείας. καὶ οἶδε, τίνα μὲν τῶν ἐν τῇ θεραπείᾳ βοηθημάτων ὑπεναντιοῦται τοῖς ἀπὸ τῶν αἰτίων ἐπιφερομένοις συμπτώμασι, τίνα δὲ τοῖς ἀπὸ τῶν τόπων ἢ τῶν δυνάμεων. εἰδὼς γὰρ, ὅτι τόδε μὲν ἀπὸ τῶν αἰτιῶν ἐστι τὸ σύμπτωμα, τόδε δὲ ἀπὸ τῶν τόπων, τόδε δὲ ἀπὸ τῆς δυνάμεως, καὶ ὅτι ἀπὸ μὲν τοῦ αἰτίου τὸ γένος τῶν βοηθημάτων ὑπαγορεύεται, ἀπὸ δὲ τοῦ τόπου ὁ τρόπος τῆς χρήσεως, ἀπὸ δὲ τῆς δυνάμεως, ἐπὶ τοῦ παρόντος εἰπεῖν, τὸ μέτρον, τοῦ μὲν αὐτοῦ αἰτίου ὄντος, καὶ τῶν δηλωτικῶν τοῦ αἰτίου συμπτωμάτων φαινομένων, τοῦ δὲ αὐτοῦ τόπου μὴ ὄντος, μηδὲ τῆς αὐτῆς δυνάμεως, τὸ μὲν αὐτὸ γένος παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τόπον καὶ τὸν τρόπον οὐκ ἔτι. εἰ δ’ αἴτιον μὲν μὴ εἴη τὸ αὐτὸ,
160
ὁ δὲ τόπος ὁ αὐτὸς, καὶ ἡ δύναμις ἡ αὐτὴ, τὸ μὲν γένος οὐ τὸ αὐτὸ παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τρόπον καὶ τὸ μέτρον τὸ αὐτό. ἐπεὶ οὖν ἱκανός ἐστι μερίζειν ὁ Λογικὸς τάς τε συνδρομὰς καὶ τὰς θεραπείας, δύναται κατὰ τὰς ὁμοιότητας τῶν συνδρομῶν κινούμενος μέρη τινὰ τῆς θεραπείας κατὰ τὸ ἐοικὸς μεταφέρειν. ὁ δ’ Ἐμπειρικὸς μήτ’ αἰτίαν, μήτε δηλωτικὰ αἰτιῶν συμπτώματα, ἢ τόπου, ἢ δυνάμεως πολυπραγμονῶν, τοῦτο ποιεῖν οὐχ οἶός τε ἔσται. διὰ τοῦτο δὲ οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύναται. κατὰ τί γὰρ αἱ συνδρομαὶ ἀλλήλων προσεοίκασιν, ἀγνοεῖ. καὶ διὰ τοῦτο οὐδὲ τὴν θεραπείαν καταδιαιρεῖν δύναται, καὶ προσαγαγεῖν τὸ δυνάμενον ὑπεναντιωθῆναι τῷ παρόντι συμπτώματι βοήθημα. ἐὰν γὰρ τοῦτο φῇ δυνατὸς εἶναι, λέγω δὴ μερίζειν τά τε τῶν συνδρομῶν συμπτώματα, καὶ τὴν θεραπείαν ἐπιστάμενος, καθ’ ὅ τι ἕκαστον ὠφελεῖ καὶ βλάπτει, αἰτιῶν κεκρυμμένων καταληπτικὸς εἶναι ὁμολογήσει. εἰ δὲ τοῦτο, καὶ ἀπ’ ἐνδείξεως τὰ βοηθήματα δυνατὸς εἶναι λαμβάνειν ὁμολογήσει.

161

Ἀδυνάτων οὖν ὄντων τῶν εἰδοποιούντων τὴν τῶν Ἐμπειρικῶν αἵρεσιν, τηρήσεως, καὶ ἱστορίας, καὶ τῆς ὁμοίου μεταβάσεως, τὴν μὲν τήρησιν ἄχρηστον ἄνευ λόγου καὶ ἀδύνατον καθ’ αὑτὸ ἐπεδείξαμεν. ἄχρηστον μὲν, ἐπειδήπερ λόγου χρεία τοῦ διακρίνοντος, ἐφ’ οἷς δεῖ συμπτώμασι τὰς θεραπείας ποιεῖν. οὐδὲ γὰρ ἐφ’ ἅπασι τοῖς προγεγενημένοις τε καὶ παροῦσι τῷ νοσοῦντι οἴονται δεῖν τηρεῖν. ἀδύνατον δ’, ὅτι πλειόνων ὄντων ταῦτα πάντα οὐκ ὄντως τυχεῖν δυνατόν ἐστιν, ἵν’ ἡ αὐτὴ γένηται συνδρομή. λέγω δὲ γένος συμπτωμάτων καὶ ἀριθμὸν τὸν αὐτὸν, καὶ μέγεθος, καὶ τάξιν, καὶ καιρὸν, καὶ τὰ ὅμοια. τὴν δὲ ἱστορίαν περιττὴν μὲν, διότι τῇ πείρᾳ ἐπικρίνει τὰ ἱστορούμενα, ἀδύνατον δὲ, διότι μήτε μεγέθη συμπτωμάτων, μήτε καιροὺς δύναται προσιστορεῖν, ὧν ἄνευ τοῦ ὠφελοῦντος κατάληψις γενήσεσθαι οὐ δύναται. τὴν δὲ τοῦ ὁμοίου μετάβασιν διαβεβλήκαμεν, δι’ ὧν ἐπεδείξαμεν, ὅτι ἐξ ἀνάγκης δεῖ αὐτὴν καταστῆσαι, ἐπὶ τὴν τῶν δυνάμεων βλαπτουσῶν ἢ ὠφελουσῶν ἐξέτασιν.

162

Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθοδικοῖς, τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμφέρον ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθοδικοὶ προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμπτωμάτων ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἶον ἐπὶ

163
φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναιρεῖται καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται. καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν, ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βαλανείου, τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν
164
συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη. ὡς τὸ συμφέρον ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμπτώματα τῶν συμφερόντων. εἰ τὸ αὐτὸ ἐναντίον οὐκ ἐνδείκνυται, οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς διαφόρων δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται, οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶσιν οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται. ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύσεως τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα
165
πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται οἱ Μεθοδικοί.

Ἡμεῖς δὲ πρῶτον μὲν ἐπιδείξομεν, ὅτι δι’ ὧν πράττουσιν αὐτοὶ, ὁμολογοῦσιν μὴ εἶναι ἄχρηστα παντάπασι τὰ συμπτώματα. τὴν δὲ χρείαν, ἣν παρέχεται τὰ συμπτώματα, προηγουμένως ἐν τῇ ἐκθέσει τῆς Λογικῆς αἱρέσεως ὑποδείξομεν. ὅτι τοίνυν χρήσιμα πρὸς θεραπείαν τὰ συμπτώματα νομίζουσιν εἶναι οἱ Μεθοδικοὶ, ἐκ τῶνδ’ ἂν γένοιτο δῆλον. ἀξιοῦσιν αὐτοὶ τοὺς ὁπωσοῦν παραπαίοντας ἐν σκότῳ κατακλίνειν, ἐάν τε διὰ ῥύσιν, ἐάν τε διὰ στέγνωσιν παραπαίωσιν. τὸ γὰρ φῶς οἴονται παραύξειν τὴν παρακοπήν. τοὺς δὲ ληθαργικοὺς οὐκ ἐν αὐτῷ κατακλίνειν φασὶ δεῖν, ἐάν τε διὰ στέγνωσιν, ἐάν τε διὰ ῥύσιν καταφέρωνται. τὸ γὰρ σκότος οἴονται συλλαμβάνειν τῇ καταφορᾷ. πῶς ποτ’ οὖν, φαμὲν, εἰ μηδὲν ἐνδείκνυται τὰ συμπτώματα, τοὺς διὰ στέγνωσιν παραπαίοντας ἐν σκότει κατακλίνετε, τοῦ σκότους ἐπιτείνοντος τὴν στέγνωσιν; καὶ

166
πάλιν τοὺς διὰ ῥύσιν ληθαργικοὺς ἐν αὐγῇ, ὑπὸ ταύτης ἐπιτεινομένης τῆς ῥύσεως. ἐπὶ γὰρ τῶν τοιούτων ἀμελεῖν μὲν ἐοίκασι παντάπασι τῶν παθῶν, προσέχειν δὲ ψιλοῖς τοῖς συμπτώμασι. πῶς οὖν εἴη ἂν ἄχρηστα, ἅγε τοσαύτην φαίνεται ἰσχὺν ἔχοντα, ὥστε καὶ ἀμελεῖν ἀναγκάζει τῶν ὑποκειμένων σκοπῶν, καὶ οὐ μόνον ἀμελεῖν, ἀλλὰ καὶ τοὐναντίον πράττειν τῶν ἀπὸ τῶν σκοπῶν ἐνδεικνυμένων; ἡ μὲν γὰρ στέγνωσις χαλᾷν ἐνδείκνυται· οἱ δ’ εἰς τὸ σκότος παραπαίοντας συγκλείοντες οὐ χαλῶσι, στεγνῶσι δὲ τὸ ἐναντίον, καὶ τῆς ῥύσεως στέλλειν ἐνδεικνυμένης. οἱ δὲ τοὺς διὰ ῥύσιν ληθαργικοὺς εἰς αὐγὴν ἄγοντες τοῖς αὐτοῖς ἐπιτείνουσι τὴν ῥύσιν. πρὸς ταῦτα λέγουσιν· οὐκ, ἐπειδὴ τὸ σύμπτωμα ἐνδείκνυται, ταῦτα παραλαμβάνομεν, ἀλλ’ ἐπειδὴ ἀντεδείκνυτο ἡμῖν τὸ σύμπτωμα, καὶ οὐ κωλύει παραλαμβάνειν, ὅπερ ὁ σκοπὸς ἐπιδείκνυσι. τὸ γὰρ ἀντιδεικνύμενον λέγουσιν, ἐνδείκνυσθαι μὲν τὸ συμφέρον, μὴ ἐπιτρέπειν δὲ πράττειν, ὅπερ ὑπαγορεύει τὸ πάθος. πρὸς τοῦτό φαμεν ἡμεῖς, ὅτι, εἰ τὰ ἀντιδεικνύμενα ἄχρηστά ἐστι, καὶ ἡ δύναμις
167
ἡ μὴ ἐῶσα πολλάκις, ὃ ἐνδείκνυται ὁ σκοπὸς, παραλαμβάνειν, ἄχρηστος ἂν εἴη. ἀλλὰ τὴν δύναμιν ἐπισκοπεῖν δεῖ, χρησίμου τινὸς ἡμῖν ἐξ αὐτῆς εἰς θεραπείας παραγενομένου, καίτοι ἀντενδείκνυται καὶ ἡ δύναμις. ὥσπερ οὖν τὴν δύναμιν ἀντενδεικνυμένην εὔχρηστον εἶναι νομίζετε, ἀναγκαῖόν ἐστιν ὑμῖν καὶ τὰ συμπτώματα ὁμολογεῖν χρήσιμα εἶναι. πρὸς τούτῳ δὲ καὶ γελοίως τὸ σκότος ἐπὶ τῶν φρενιτικῶν παραλαμβάνουσιν. εἰ γὰρ τὸ σκότος ἐπιτείνει τὴν στέγνωσιν, ἐπιτεινομένη δὲ ἡ στέγνωσις ἐπιτείνει τὴν παρακοπήν· ἐπιτείνεται γὰρ καὶ ἀνίεται τὰ συμπτώματα τοῖς πάθεσιν· δηλονότι τὸ ἐναντίον πράττουσιν, ἢ δεῖ. παραύξοντα γὰρ τὸ πάθος παραύξουσι καὶ τὴν παρακοπήν. ὁ μὲν οὖν περὶ τῶν συμπτωμάτων τοιοῦτός ἐστι λόγος.

Ὅτι δὲ οὐκ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὡς οἴονται οἱ Μεθοδικοὶ, δι’ ὧν αὐτοὶ ἐπειρῶντο ἀποφαίνειν ἄχρηστα τὰ συμπτώματα, διὰ τῶν αὐτῶν ἡμεῖς, ὅτι μηδ’ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὑποδείξομεν. φαμὲν γὰρ, ὅτι τῶν αὐτῶν ὄντων παθῶν, διαφερουσῶν δὲ

168
τῶν αἰτιῶν, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. ἰσχουρία γὰρ ἕν τι πάθος ἐστὶν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονὴν, καταπλάσσομεν, ἂν δὲ δι’ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ἢ, ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀῤῥωστοῦντα, ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς. εἰ δέ γε ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγγίγνονται, τοῦ αὐτοῦ ὄντος πάθους, καὶ συμφέροντος τοῦ αὐτοῦ αἱ αὐταὶ ἐνδείξεις ἐγγίγνονται. οὐ γίνονται δὲ, οὐκ ἂν τὰ διαφέροντα πάθη τὸ αὐτὸ ἐνεδείκνυντο. νυνὶ δὲ, τῆς μὲν αὐτῆς οὔσης αἰτίας, τῶν δὲ παθῶν διαφερόντων, τὴν αὐτὴν θεραπείαν παραλαμβάνομεν. χολέρα γὰρ καὶ ἴκτερος, διαφέροντα πάθη, σχεδὸν ὁμολογοῦσι καὶ αὐτοὶ, ὅτι τὸ μὲν στεγνὸν, τὸ δὲ ῥοῶδες, ἀλλ’ ἐπ’ ἀμφοτέρων κένωσιν παραλαμβάνομεν. ἐπεὶ οὖν, ἀναιρουμένων τῶν αἰτιῶν, συναναιρεῖται καὶ τὰ παθήματα, καὶ συνισταμένων, συνίσταται. καὶ ἔτι διαφόρων μὲν ὄντων τῶν αἰτίων, κἂν τὰ αὐτὰ πάθη ᾖ, διαφόρῳ χρώμεθα τῇ θεραπείᾳ. τῶν
169
δ’ αὐτῶν ὄντων αἰτίων, κἂν τὰ πάθη διάφορα ᾖ, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. διὰ τοῦτο τά τε πάθη καὶ τὰ αἴτια, καὶ τοὺς πεπονθότας τόπους ἐξετάζομεν. ἔστι δὲ καὶ ἐκ τῶνδε ὑποδεῖξαι τὸ ὅμοιον ὑπὸ διαφερουσῶν αἰτιῶν τὸ αὐτὸ πάθος γιγνόμενον, οἷον στεγνόν. πῦρ τε γὰρ προσπεσὸν ὑποπυκνοῖ τὴν ἐπιφάνειαν, καὶ κρύος ὁμοίως. ἀλλὰ, καίτοι τοῦ αὐτοῦ πάθους ὄντος, διαφόρῳ θεραπείᾳ χρώμεθα διὰ τὴν διαφορὰν τῶν αἰτιῶν. τὸ μὲν γὰρ ἀπὸ πυρὸς καταντλήσεσι καὶ καταπλάσμασι τοῖς τὰς ἐσχάρας ἀποστῆσαι δυναμένοις ἰώμεθα· τὸ δ’ ἀπὸ κρύους πυριάμασι, γογγύλης ἀποξέσμασι, καὶ ὁμοίοις τισίν. εἰ δὲ χαλαστικὴν φήσουσιν ἀπ’ ἀμφοτέρων καὶ τὴν αὐτὴν ἀγωγὴν παραλαμβάνεσθαι, φήσομεν, ὅτι, εἰ μηδὲν διαφέρουσα ἡ ἀγωγὴ, καὶ ἐναλλάττοντες οὐδὲν ἁμαρτήσομεν· ἀλλὰ καὶ τὸν ἀπὸ πυρὸς πυριάσομεν τοῖς αὐτοῖς, καὶ τὸν ἀπὸ κρύους καταπλάσομεν, καὶ τοῖς πρὸς τὰς ἐσχάρας ποιοῦσι φαρμάκοις χρησόμεθα ἐπ’ αὐτοῦ. ἀλλ’ οὐ ποιοῦμεν τοῦτο· βλάπτονται γάρ· διόπερ οὐ τὴν αὐτὴν θεραπείαν εἶναι ῥητέον. ἔτι καὶ τὸ αὐτὸ αἴτιον διάφορα ἀποτελεῖ
170
πάθη. διὰ γὰρ πλῆθος οἱ μὲν φλεγμαίνουσιν, ἡ δὲ φλεγμονὴ στέγνωσίς ἐστιν· ἄλλοι δ’ αἱμοῤῥαγοῦσιν, αἱ δ’ αἱμοῤῥαγίαι ῥύσεις εἰσί· ἀλλὰ παρὰ τὴν διαφορὰν τῶν παθῶν οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. κένωσις γὰρ ἐπ’ ἀμφοτέρων λύσις, ἐναντία τῷ πάθει. οὐ γὰρ ἀπὸ τῶν ἀποτελούντων, ἀλλ’ ἀπὸ τῶν ἀποτελουμένων, ὡς καὶ αὐτοὶ ὁμολογοῦσι, χρὴ τὰς ἐνδείξεις γίγνεσθαι. τὰ δὲ παραδέχονται μὲν ὡς αἴτια οἱ Μεθοδικοὶ, ἐπειδὴ τῶν συμπτωμάτων ἐστὶ ποιητικὰ, ἀλλ’ οὐχὶ ὡς αἴτια εἶναι, φασὶν, ἐνδείκνυται, ἀλλ’ ὡς κοινότητες. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ; φασὶ, καὶ ὡς αἴτιον εἶναι, καὶ ὡς κοινότητα, καὶ ὡς ἕτερα. ὡς γὰρ τὸ μῆλον γευστὸν καὶ ὁρατὸν καὶ ἁπτόν ἐστιν, ὅταν δὲ λέγωμεν γλυκὺ εἶναι, οὐ, καθ’ ὅσον τῇ ἁφῇ ὑποπίπτει, γλυκὺ λέγομεν, οὕτω καὶ τὰ πάθη οὐδὲν κωλύει εἶναι μὲν ἑτέρων ἀποτελέσματα, εἶναι δὲ καὶ ποιητικά τινων. ἀλλ’ ὅταν, φασὶ, λέγωμεν ἐνδείκνυσθαι αὐτὰ, οὔτε ᾗ ἀποτελέσματά ἐστιν, οὔτε ᾗ ποιητικά τινων, ἐνδείκνυσθαι λέγομεν, ἀλλ’ ὡς κοινότητας. ὡς οὖν τὰ συμπτώματα οἱ
171
Μεθοδικοὶ, διὰ τὸ ἀπὸ διαφερόντων γίνεσθαι τὰ αὐτὰ, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, οὐδὲν ἐνδείκνυσθαι συμφέρον λέγουσιν, οὕτω καὶ ἡμεῖς, ἐπειδήπερ ὁρῶμεν ὑπὸ διαφερόντων αἰτίων τὰ αὐτὰ πάθη γινόμενα, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, ἄχρηστά φαμεν αὐτὰ πρὸς ἔνδειξιν τῶν συμφερόντων εἶναι. οὐ γὰρ ἓν ἐνδείκνυται ἀεὶ τὸ αὐτό. ἰσχουρίας οὖν οὔσης δηλονότι, ἀεὶ ἂν τῇ αὐτῇ θεραπείᾳ χρῴμεθα. ὡς οὖν αὐτοὶ τὸ ἔρευθος μὴ ἐνδείκνυσθαι λέγουσι, τὸ εἶδος ἀποτελέσματος εἶναι νομίζοντες, οὕτω καὶ ἡμεῖς τὰ πάθη ἄχρηστα εἶναι πρὸς ἔνδειξιν ἐροῦμεν, ὁτὲ μὲν αἰτιῶν, ὁτὲ δὲ ἀποτελεσμάτων. καίτοι φαίη ἄν τις πρὸς αὐτοὺς, πῶς οὐκ ἐνδείκνυται τὸ ἔρευθος τὴν ἀλλοίωσιν αὐτοῦ; καὶ γὰρ καὶ κοινότητα θεωρεῖσθαι ὑπ’ αὐτοῦ, ἐπὶ πλειόνων γὰρ διαφερόντων ὁρᾶσθαι. ἔστι δ’ ἡ κοινότης ταὐτότης ἐν πλείοσιν. εἰ τοίνυν καὶ ἐνδείκνυται, καὶ κοινόν ἐστι πλειόνων, διὰ τί οὐκ ἀπὸ τούτου καὶ τῶν τοιούτων συμπτωμάτων σαφῶς φαινομένων ποιεῖσθε τὰς ἐνδείξεις, ἀλλ’ ἀπὸ τῶν παθῶν, στεγνότητος καὶ ῥύσεως οὐδαμῶς φαινομένων;
172
καὶ ἀνεπιδείκνυται, ὅπερ πάθος ἐστὶ, γελοιότατον, πάθος ἀναίσθητον εἶναι λέγειν. εἰ μὲν οὖν ἡ ῥύσις καὶ ἡ στέγνωσις μόναι ἦσαν κοινότητες, εἶχεν ἄν τινα πιθανότητα τὸ ταύτας λέγειν ἐνδείκνυσθαι μόνας. ἐπειδὴ καὶ τὰ συμπτώματά ἐστι κοινὰ πλειόνων, διὰ τί μὴ καὶ ἀπὸ τῶν συμπτωμάτων ἔνδειξις γίνεται συμφερόντων; οἱ δέ φασιν, ἀλλ’ ὅτι μή εἰσι προσεχῆ καὶ ἀναγκαῖα τοῖς ἰατρεύουσι κοινότητες, διὰ τοῦτο παραιτούμεθα τὰ συμπτώματα. τῶν γὰρ αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. καὶ διαφερόντων τῶν παθῶν, διαφερούσῃ ἀγωγῇ χρώμεθα, ὥς που δέδεικται. διὰ ταῦτα δὴ καὶ ἡμεῖς ὁρῶντες, φήσομεν, καὶ ἐπὶ τῶν παθῶν τὸ ὅμοιον τυγχάνειν, ὅπερ ὑμεῖς ἐπὶ τῶν συμπτωμάτων παρεφυλάξετε, ὡς ἄχρηστα νῦν αὐτὰ παραιτούμεθα. ἐκ περιουσίας γάρ ἐστι καὶ τοῦτο κατασκευάσαι, ὅτι ἄχρηστος ἡ κατάληψις τῶν παθῶν. ἐπαρκεῖ γὰρ πρὸς θεραπείαν αἰτίας κατάληψις, τόπου ἐπίγνωσις τοῦ ἐνοχλουμένου, καὶ δυνάμεως μέτρον. εἰ δὲ στέγνωσις, ἢ ῥύσις, περιττόν
173
φημι καταλαμβάνειν. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὕστερον εἰρήσεται, ὅταν διεξίωμεν, ἥντινα χρείαν ἡ κατάληψις τῶν παθῶν παρέχεται.

Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν

174
ὑγείαν περιποιήσασθαι, ἠπίσταντο. ἀλλὰ τοῦτο μὲν ἀγνοοῦσιν· ὃ δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη.

Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια

175
εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύσιν ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέγνωσιν ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐνδείκνυται πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμβάνομεν. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα παντάπασι, καὶ τὰ πάθη οὐχ οἶά τέ ἐστιν ἐνδείκνυσθαι τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέδεικται.

Ἑξῆς ἐπισκεπτέον, εἴτε φαίνονται αἱ κοινότητες, ἃς ὑποτίθενται οἱ Μεθοδικοὶ, εἴτε καὶ μή· καὶ εἰ αἱ ἐνδείξεις ἀπὸ τῶν κοινοτήτων δύνανται γίνεσθαι, ἢ οὔ. ὁριζόμενοι τοίνυν τὴν ἰατρικὴν κατὰ τὴν αὐτῶν δόξαν γνῶσιν εἶναι τῶν φαινομένων κοινοτήτων, τὸ δὲ φαινόμενον

176
οὐχ ὡς δι’ αἰσθήσεως καταληπτὸν εἶναι λέγουσι. οὐδεμία γὰρ διάθεσις δι’ αἰσθήσεως καταλαμβάνεται, ἀλλὰ φαινόμενον ἐκεῖνοι λέγουσι τὸ ἐξ αὑτοῦ καταληπτὸν, κἂν μὴ ὑποπίπτῃ ταῖς αἰσθήσεσι. σχεδὸν γὰρ τὸ ἐναργὲς ἐκεῖνοι φαινόμενον λέγουσι. δεῖ μὲν οὖν τὸν ἀντιλέγοντα καὶ τοῦτο παραδεικνύειν, ὅτι οὐκ ἴσασι τοῖς ἑλληνικοῖς ὀνόμασι χρήσασθαι. ἵνα δὲ μὴ δοκῶμεν λέξει προσπλέκεσθαι, συγχωρήσαντες αὐτοῖς τὸ φαινόμενον, ὡς ἐκεῖνοι λέγουσιν, ἐπιδείξομεν, ὅτι οὐκ ἐξ ἑαυτῶν εἰσιν αἱ κοινότητες καταληπταί. καὶ πρῶτόν γε τὸν τῆς αἱρέσεως αὐτῶν ἄρξαντα Θεσσαλὸν ἐπιδείξομεν, σημεῖα ἐκθέμενοι τῶν κοινοτήτων, ὡς οὐκ ἐξ ἑαυτῶν δηλονότι καταλαμβάνεσθαι πεφυκυιῶν. ἐν γὰρ τῷ κάμνοντι τὴν στέγνωσιν, φησὶ, καταλαμβάνειν ἐστὶν ἐκ τοῦ δυσδιαφόρητα εἶναι τὰ σώματα. ὁμοίως δὲ καὶ τῆς ῥύσεώς τινα γνωρίσματα ἐκτίθεται. ἀλλ’ ἴσως φήσουσιν, ὅτι πρὸς ἄνδρα, καὶ οὐχὶ πρὸς τὴν αἵρεσιν αὐτῶν ἀντιλέγετε. ἐάσαντες οὖν τὸν Θεσσαλὸν, ἐπιδείξομεν τὸ προκείμενον. πρῶτον οὖν κοινῷ τινι ἐπιχειρήματι ἐπὶ τῶν δύο διαθέσεων
177
χρησόμεθα, ὑποδεικνύντες, ὅτι οὐ φαίνονται, οὐδ’ ἐξ ἑαυτῶν εἰσι καταληπταί· ἔπειτα καὶ ἰδίᾳ ἑκατέραν τῶν διαθέσεων δείξομεν μὴ ἐξ ἑαυτῶν καταλαμβανομένην. ὁμολογοῦσι τοίνυν καὶ αὐτοὶ, ὅτι οὐ πᾶσα πύκνωσις σώματος, οὐδ’ ἐποχὴ ἀποκρίσεως, στέγνωσίς ἐστιν. οἱ γὰρ ἀγροῖκοι ἐν ταῖς συγκρίσεσίν εἰσιν, οὐ μὴν ἐν στεγνότητί εἰσιν. καὶ ἡ ἐποχὴ δὲ τῶν οἰκείων οὐκ ἔστι στέγνωσις, ἐπειδὰν καὶ κάθαρσις γυναικὸς διὰ τὴν κύησιν ἐπέχηται, ἐποχὴ μέν ἐστι συνήθους ἀποκρίσεως, στέγνωσις δ’ οὐκ ἔστι. ἔτι δ’ οὐ πᾶσα ἀραίωσις σωμάτων καὶ ἀπόκρισις ῥύσις ἐστίν. οἱ γὰρ παῖδες, καὶ τὰ γύναια, καὶ οἵτινες ἁβροδίαιτοι ἄνδρες, κατὰ φύσιν εἰσὶν ἀραιοὶ, καὶ ἀπόκρισίς τις, οὐ ῥύσις ἐστὶν ἡ τῶν περιττωμάτων. ἀλλ’ οὐδὲ τοὺς διὰ κοιλίας, ἢ οὔρων, ἢ ἱδρώτων, ἢ αἱμοῤῥαγιῶν κρινομένους, ἐν ῥύσει εἶναι ἐροῦσιν· ἐνίστασθαι γὰρ αὐτοὺς τῇ ἐκκρίσει ἔδει. ἐπεὶ οὖν οὐ πᾶσα πύκνωσις, καὶ ἐποχὴ στέγνωσίς ἐστιν, οὐδὲ πᾶσα ἀραίωσις, ἢ ἔκκρισις, ῥύσις, δῆλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι προσέχοντι
178
ψιλοῖς, ἀδύνατόν ἐστιν ῥύσιν ἢ στέγνωσιν καταλαβεῖν, ἐξ ἑτέρων δ’ ἐπικρίνειν αὐτὰ δεῖ. ὡς γὰρ καὶ τὰ ἄλλα συμπτώματα, εἴτε κατὰ φύσιν ἐστὶν, εἴτε παρὰ φύσιν, οὐκ ἐξ ἑαυτῶν, ἀλλ’ ἐξ ἑτέρων καταλαμβάνεται, οὕτως οὐδὲ στέγνωσις καὶ ῥύσις. τὸ δὲ λεγόμενον διὰ τούτων ἂν γένοιτο δῆλον. τὰ κατὰ φύσιν συμπτώματα πρὸς τὰ παρὰ φύσιν πολλὴν ἔχει τὴν ὁμοιότητα. τὰ γὰρ αὐτὰ, οἷς μὲν κατὰ φύσιν, οἷς δὲ παρὰ φύσιν. οἷον τὸ μέλαν χρῶμα τὸ παρὰ φύσιν ὅμοιόν ἐστι τῷ κατὰ φύσιν. ἡμῖν μὲν γὰρ παρὰ φύσιν, τοῖς Ἰνδοῖς δὲ κατὰ φύσιν. καὶ τὰ σχήματα δὲ τὰ παρὰ φύσιν ἔοικε τοῖς κατὰ φύσιν. ἄλλοι γὰρ ἄλλων ἔξαρθροι πεφύκασι μᾶλλον. καὶ ῥὶς ὀξεῖα, καὶ ὀφθαλμοὶ κοῖλοι, οἷς μὲν θανατικὰ συμπτώματα, ἄλλοις δὲ τὰ αὐτὰ ταῦτα κατὰ φύσιν. καὶ κίνησις καὶ ἀκινησία, ἂν μὲν ὑπὸ προαιρέσεως γένηται, κατὰ φύσιν, ἂν δ’ ἀπροαιρέτως, παρὰ φύσιν. ἐκ δὲ τούτων εὔδηλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι μόνοις οὐχ οἶόν τ’ ἐστὶ προσέχοντας γνωρίζειν τὸ κατὰ φύσιν, καὶ τὸ
179
παρὰ φύσιν, ἀλλὰ δεῖ ἐπ’ ἐνίων μὲν τὴν ἐπιφέρουσαν αἰτίαν ἐξετάσαι, ὡς ἐπὶ τῆς κινήσεως, πότερον ὑπὸ προαιρέσεως, ἢ ἀπροαιρέτως· καὶ ἐπὶ τοῦ χρώματος. ἐπεὶ γὰρ τὸ χρῶμα ἀπὸ τῶν χυμῶν, ἐπιφαίνεται δὲ ἀπὸ τοῦ χρώματος τὸ αἷμα, δεῖ σκοπεῖν, εἰ κατὰ φύσιν ἔχει τὸ αἷμα. ὄψει δὲ ἐκ τῆς χρείας. ἂν γὰρ τὴν λοιπὴν ἅπασαν χρείαν τὸ αἷμα ἀνεμπόδιστον παρέχηται καὶ μήτε διατείνῃ, μήτε βαρῇ, φήσεις κατὰ φύσιν εἶναι τὸ χρῶμα. τὸ σχῆμα εἰ κατὰ φύσιν ἐστὶν, ἀπὸ τῆς τοῦ μέλους χρείας καταλήψῃ, ὡς ἐπὶ τοῖς ἐξαρθρηθεῖσιν. ἔνια δὲ ἐκ τοῦ τόπου, ἐν ᾧ γίνεται, εἰ κατὰ φύσιν ἐστὶ, καταλαμβάνεται. οὕτω καὶ ἡ πύκνωσις καὶ ἡ ἀραίωσις οἷς μὲν κατὰ φύσιν ἐστὶν, οἷς δὲ παρὰ φύσιν. ἡ μὲν γὰρ τῶν γερόντων πύκνωσις, αὐτοῖς μὲν κατὰ φύσιν, παιδίοις δὲ παρὰ φύσιν. ἡ δ’ αὖ τῶν παιδίων ἀραίωσις, αὐτοῖς μὲν κατὰ φύσιν, γέρουσι δὲ παρὰ φύσιν. καὶ διαγωγῇ βίων πεπύκνωνταί τινες, ὡς οἱ ἀγροῖκοι, καὶ κατὰ περιστάσεις ἄλλοι, καὶ ὅμως κατὰ φύσιν διάκεινται. διὰ τοῦτο οὐχ οἶόν
180
τε εἰς τὴν πύκνωσιν τῶν σωμάτων ψιλὴν, καὶ τὴν ῥύσιν ἀποβλέποντας, καταλαμβάνειν τὰς διαθέσεις. δεῖ δὲ καὶ πρὸς ἕτερόν τι καὶ ταῦτα ἀναφέροντας ἐπικρίνειν, εἴτε κατὰ φύσιν, εἴτε πάθη ἐστίν. λέγουσι γὰρ, ὅτι τῇ συμμετρίᾳ καὶ ἀμετρίᾳ διακρίνομεν τὰ κατὰ φύσιν συμπτώματα ἀπὸ τῶν παρὰ φύσιν. ὅταν μὲν γὰρ συμμέτρως τὸ σῶμα πυκνώσεώς τε καὶ ἀραιώσεως ἔχῃ, ὑγιαίνει τὸ ζῶον· ὁπόταν. δέ τι αὐτῶν ἐπιταθὲν ἐκβῇ τὴν συμμετρίαν, νοσεῖν ἀνάγκη. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι τὸ σύμμετρον καὶ ἄμετρον, ἕτερον παρὰ τὰς διαθέσεις. εἰ δὲ τῇ ἀμετρίᾳ κρίνοιτο τὰ πάθη, οὐκ ἐξ ἑαυτῶν καταληπτὰ εἶναι ὁμολογεῖται. εἶτα οὕτως· εἰ τὸ σύμμετρον καὶ τὸ ἄμετρον οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων καταλαμβάνεται. ἂν μὲν γὰρ ὠφελῇ, σύμμετρόν ἐστι· ἂν δὲ βλάπτῃ, ἄμετρον. πῶς οὖν τοῦτο σύμμετρον καὶ ἄμετρον μὴ φαινόμενον, τὰ ἐκ τούτου καταλαμβανόμενα φαίνοιτ’ ἄν; εἰ δὲ δὴ καὶ πρὸς τὴν δύναμιν τὸ σύμμετρον καὶ ἄμετρον κρίνοιτο, οὐδ’ οὕτω πρόδηλον ἂν
181
εἴη τὸ ἄμετρον· ἡ γὰρ δύναμις οὐ φαίνεται· τοῦ δ’ ἀμέτρου μὴ φαινομένου, δηλονότι οὐδὲ αἱ κοινότητες φαίνονται. καὶ γὰρ αὗται ἀμετρίαι τινές εἰσιν. ἔτι τε ῥητέον πρὸς αὐτοὺς, ὅτι οὐδὲν τῶν κατὰ φύσιν παρὰ φύσιν φαίνεται, ἀλλ’ ὡς μὲν κατὰ φύσιν, ἢ παρὰ φύσιν φαίνεται. τὸ γὰρ ἄλγημα καὶ ἄλλα τοιουτότροπα παρὰ φύσιν φαίνεται. οἱ δ’ ἰατροὶ βούλονται καταλαβεῖν, οὐχ οἷά ἐστι παρὰ φύσιν, ἀλλ’ ὡς ἔστι. ῥὶς γὰρ ὀξεῖα καὶ ὀφθαλμοὶ κοῖλοι πᾶσιν ἀνθρώποις φαίνεται· εἰ δὲ κατὰ φύσιν, ἢ παρὰ φύσιν, τοῖς ἰατροῖς μόνον. ταύτῃ γὰρ διαφέρουσιν οἱ ἰατροὶ τῶν ἰδιωτῶν, ὅτι ἐπὶ τοῖς φαινομένοις κεκρυμμένον τι καταλαμβάνειν δύνανται, ὃ οὐκ ἔτι δύνανται οἱ ἰδιῶται καταλαβεῖν. ἔπειτα παρὰ φύσιν οὐ φαίνεται, καὶ αἱ κοινότητες παρὰ φύσιν εἰσὶν, δηλονότι οὐ φαίνονται. ἄξιον δὲ κἀκεῖνο ἐννοῆσαι, εἴ τις πώποτε τῶν ἀνθρώπων μετεπέμψατό τινα τῶν ἰατρῶν, ὡς ὑπὸ πυκνότητος ἢ ἀραιότητος ἀμέτρου ἀνιώμενος. εἰ δὲ μηδεὶς εἰς αἴσθησιν ἦλθε τῶν κοινοτήτων, πῶς εὔλογόν
182
ἐστι λέγειν φαίνεσθαι αὐτάς; μὴ φαινομένων δὲ τῶν κοινοτήτων, πῶς οἴονται τὴν τέχνην τὴν γνῶσιν εἶναι φαινομένων κοινοτήτων;

Νῦν δὲ ἰδίως πρὸς ἑκατέραν τῶν διαθέσεων ἐροῦμεν, καὶ πρῶτον περὶ τῆς στεγνώσεως ῥητέον. τὴν τοίνυν στέγνωσιν πύκνωσίν φασιν εἶναι καὶ ἐποχὴν τῶν ἐκκρίσεως δεομένων. ἀνάγκη τοίνυν τὰ ἐπεχόμενα ἢ ὠφέλιμα εἶναι ἢ βλαβερὰ ἢ μηδέτερα. ἐὰν μὲν οὖν ὠφέλιμα ᾖ, ἄλογόν ἐστιν ἐκκρίνειν αὐτά. ἐὰν δὲ μηδέτερα, δηλονότι οὐδὲ πάθος ἐστίν. λείπεται οὖν λέγειν, ὅτι, ἐπειδὰν βλάπτῃ τὰ ἐπεχόμενα, στέγνωσίς ἐστιν. ἃ δὲ βλάπτει, αἴτιά ἐστιν. ἐκ προκαταλήψεως οὖν τῶν αἰτιῶν τὸ στεγνὸν καταλαμβάνεται. ἵνα γὰρ εἰδῶμεν, ὅτι στεγνὸν, δεῖ προεγνωκέναι, ὅτι τὰ ἐπεχόμενα βλάπτει. τῇ δὲ τῶν βλαπτόντων καταλήψει καὶ ἡ τῶν αἰτιῶν συμπροσπίπτει ἐπίγνωσις. μᾶλλον δ’ ἡ τῶν βλαπτόντων ἐπίγνωσις αἰτιῶν ἐστι κατάληψις. πάλιν δὲ αὐτὰ τὰ βλάπτοντα, ἅπερ ἐστὶν αἴτια, οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται. οὐ μόνον οὖν ἡ στέγνωσις

183
φαίνεται, ἀλλ’ οὐδ’ ἐκεῖνα, ἐξ ὧν ἡ στέγνωσις καταλαμβάνεται.

Τὴν δὲ ῥύσιν ὁριζόμενοί φασιν εἶναι ἄμετρον ἀραίωσιν τῶν σωμάτων, καὶ ἀπόκρισιν τῶν ὑπομονῆς δεομένων. ὅτι μὲν οὖν ἄμετρος ἀραίωσις ἐξ αὑτῆς οὐ καταλαμβάνεται, δέδεικται. τὰ δὲ ἀποκρινόμενα, εἴτε δεῖ ὑπομένειν, εἴτε καὶ μὴ, πόθεν καταλαμβάνουσιν; ἐξ ἑαυτῶν γὰρ οὐ πέφυκε καταλαμβάνεσθαι· δῆλον ὅτι οὐδὲ ἡ ῥύσις αὐτόθεν ἂν καταλαμβάνοιτο. ἵνα μὲν γὰρ τὴν ῥύσιν ἐπιγνῶμεν, δεῖ προκαταλαβεῖν τὸ οἰκεῖον· τὸ δ’ οἰκεῖον ἐκ τῆς χρείας κριθῆναι δεῖ· τὴν δὲ χρείαν ἐκ τῶν ἀποτελεσμάτων πολλῶν, καὶ τούτων ἐξ ἑαυτῶν, μὴ καταλαμβανομένης τῆς ῥύσεως γιγνωσκομένης. πῶς οὖν εὔλογον φαίνεσθαι αὐτὴν λέγειν; καὶ σχεδὸν ὅπερ οἱ Λογικοὶ δυσκολώτατόν φασιν εἶναι καταλαμβάνειν, τοῦτο οἱ Μεθοδικοὶ φαίνεσθαι λέγουσιν. οὐδενὶ γὰρ, ἢ ὀνόματι διαφέρει ἡ ὑπὸ τούτων καλουμένη ῥύσις τῆς ὑπὸ τῶν ἀρχαίων συντήξεως ὀνομαζομένης.

184
οὕτω δὲ δυσδιάκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ ἔκκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπωτάτην τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν. ὁ δ’ Ἱπποκράτης περὶ τὴν εὐφορίαν καὶ δυσφορίαν ἀναπέμπει τὴν κρίσιν, λέγων· ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. δύο οὖν παλαιῶν ἀνδρῶν, περὶ τῶν πρωτείων ἁμιλλωμένων, καὶ ἀμφοτέρων ὁμογνωμονούντων περὶ τοῦ δυσδιάκριτον εἶναι ἔκκρισιν ἀπὸ συντήξεως, καὶ τοῦ μὲν οὐδὲ σημεῖον τῆς ἐκκρίσεως ἐκθεμένου, ἀλλὰ μόνην τὴν χαλεπότητα τοῦ πράγματος ὑποδείξαντος, τοῦ δ’ ἐπὶ κανόνα δυσκατάληπτον ἀνενεγκόντος τὴν κρίσιν, οἱ Μεθοδικοὶ τοῦτο φαίνεσθαι νομίζουσιν. ἔτι δ’ ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων, πόθεν καταλαμβάνειν φήσουσι τὴν ῥύσιν; ἀπὸ γὰρ τῆς συμπτώσεως οὐ δύνανται, ὅτι σύμπτωσις οὐ μόνον ἐπὶ ῥύσει κενουμένων τῶν σωμάτων γίνεται, ἀλλὰ καὶ ἐπὶ στεγνώσει ἐμμήνων ἐπεχομένων. καὶ γὰρ διόγκωσις οὐκ ἐπὶ
185
στεγνώσει μόνον ἐπεχομένων τῶν ἀποκρίσεως δεομένων γίγνεται, ἀλλὰ καὶ ἐπὶ ῥύσει χεομένων τῶν ὑγρῶν καὶ διατεινόντων τὰ σώματα. ὅτι δ’ οὐ ταὐτόν ἐστι σύμπτωσις αἰσθητὴ καὶ ῥύσις, δῆλον ἄν ἐκ τοῦδε γένοιτο. εἰ ἡ σύμπτωσις αἰσθητὴ, τῇ δὲ συμπτώσει ἐναντία ἐστὶν ἡ διόγκωσις, καὶ ἓν ἑνί ἐστιν ἐναντίον· τῇ ῥύσει οὐχ ἡ διόγκωσις, ἀλλ’ ἡ στέγνωσις ἐναντίον ἔσται. ἐὰν δὲ λέγωσιν, ὅτι ταὐτόν ἐστι τῇ στεγνώσει ἡ διόγκωσις, ἐπιδεῖξαι δεῖ αὐτοῖς τὴν τῶν ὅρων ἐναντιότητα. λέγουσι γὰρ, τὴν στέγνωσιν πίλησιν καὶ σφίγξιν τῶν σωμάτων εἶναι. ἔστι τοίνυν σφίγξις καὶ πίλησις τῶν σωμάτων ἡ στέγνωσις. ἡ δὲ διόγκωσις χύσις καὶ διάτασίς ἐστι τῶν σωμάτων. διατείνεται δὲ τὰ σώματα ἢ διὰ πλῆθος, ἢ διὰ χύσιν. φαίνεται οὖν, ὅτι οὐ ταὐτόν ἐστι στέγνωσις καὶ διόγκωσις. ἐὰν δ’ ὁμολογῶσιν, ἕτερόν τι τὴν σύμπτωσιν τῆς ῥύσεως εἶναι, καὶ τὴν διόγκωσιν τῆς στεγνώσεως εἶναι, λέγουσιν, ὅτι οὐκ ἐκ τούτων καταλαμβάνονται αἱ κοινότητες, καὶ ὁμολογοῦσιν, ὅτι ἐξ ἑτέρων καὶ οὐκ ἐξ ἑαυτῶν αἱ διαθέσεις καταλαμβάνονται, εἴπερ ἐκ συμπτώσεως
186
καὶ διογκώσεως καταλαμβάνουσιν, ἅπερ ἕτερά ἐστι τῶν διαθέσεων.

Λέγουσι δέ τινες ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων καταλαμβάνειν τὴν ῥύσιν ἐκ τοῦ μαλακὰ καὶ εὔθρυπτα καὶ ἐκτεθηλυσμένα εἶναι τὰ σώματα. πρὸς οὓς ῥητέον, ὅτι οὐκοῦν, ἐὰν σκληρὰ ᾖ τὰ σώματα καὶ περιτεταμένα, οὐκ ἐροῦσι μὲν ῥύσιν, ἀνάγκη δὲ αὐτὴν ὁμολογῆσαι. ἐὰν οὖν. τοιοῦτοί τινες ὦσιν ἄῤῥωστοι, οἵους ἐκτίθεται ὁ Ἱπποκράτης, ὑπὸ τῆς ἐσχάτης ἐνδείας εἰς τοῦτο περιηγμένοι, ὥστε τὸ δέρμα ἔχειν σκληρὸν καὶ περιτεταμένον, καὶ τὰ ἄλλα, οἷα ἐπὶ τῶν διαφορουμένων ὑπάρχει, ἆρά γε τῇ ἐπὶ τῶν διαφορουμένων ἀγωγῇ χρησόμεθα, ὁμολογῆσαι ἀνάγκη. πῶς οὖν ἐκ τῆς μανότητος ῥύσις καταλαμβάνεται; καὶ γὰρ περιτάσεως καὶ σκληρότητος ὑπαρχούσης, οὐδὲν ἧττον ῥύσις ἐστίν.