Ἑξῆς δὲ περὶ τῆς τοῦ ὁμοίου μεταβάσεως ῥητέον. ἐδεήθησαν δὲ τῆς τοῦ ὁμοίου μεταβάσεως οἱ Ἐμπειρικοὶ διὰ τάδε· ἐπεὶ γὰρ πλεῖστα καὶ σχεδὸν ἄπειρα ἦν, ἐφ’ οἷς ἔδει τὰς τηρήσεις γίγνεσθαι, ἄπειρα δὲ καὶ τὰ ὠφελοῦντα, ἀδύνατον δ’ ἦν ἐφ’ ἅπασιν ἢ τοῖς πλείστοις αὐτόν τινα τηρεῖν, διὰ τοῦτ’ ἐδεήθησαν καὶ τῆς ἱστορίας, καὶ τῆς τοῦ ὁμοίου μεταβάσεως. ἔτι τε ἐπειδὴ οἱ Λογικοὶ ἀντιλέγοντες αὐτοῖς φασὶν, ὅτι εἰ καί τινος ἄλλου οἱ τεχνῖταί εἰσιν ἐστοχασμένοι καὶ τοῦ εὐπόρου· ὑμεῖς δ’ ἓν
151
ἐφ’ ἑνὶ τετηρηκότες ἄπειροι πρὸς τὰς θεραπείας ἔσεσθε, ἢ πλείονα ἀναγκαζόμενοι ἐπὶ τοῦ αὐτοῦ τηρεῖν, οὐδέποτε χρήσεσθε τῇ τέχνῃ, ἀλλ’ ἐτηρήσατε, φασὶν, ὅτι τῇ τοῦ ὁμοίου μεταβάσει χρώμεθα, ἐξ ἧς ἡ εὐπορία ὑμῖν παραγίνεται. σκοτωματικοῦ γὰρ, φέρε, ἀπὸ καταπτώσεως αἱμοῤῥαγήσαντος, εἶτ’ ἀπαλλαγέντος τοῦ πάθους, τηρήσαντες τοῦτον, ἐφ’ ἑτέρου φλεβοτομίᾳ χρώμεθα. πρῶτον μὲν οὖν πύθοιτο ἄν τις αὐτοὺς, πόθεν κατειλήφασιν, ὅτι διὰ τῆς αἱμοῤῥαγίας ἀπήλλακται ὁ σκοτωματικὸς, καὶ οὐ διὰ τὴν κατάπτωσιν ταύτην, ἀλλ’ οὐδέπω λέγειν πρὸς αὐτοὺς χρὴ, πρὶν ἢ ἀποδεῖξαι, κατὰ πόσους τρόπους κέχρηνται τῇ τοῦ ὁμοίου μεταβάσει. κεχρῆσθαι τοίνυν φασὶ τῇ τοῦ ὁμοίου μεταβάσει, ὁτὲ μὲν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ὁτὲ δ’ ἀπὸ τόπων εἰς τόπους, ὁτὲ δ’ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν οὖν βοηθημάτων ἐπὶ βοηθήματα, ὡς ὅταν μέσπιλον ἀντὶ μήλου ἐπὶ τῶν δυσεντερικῶν παραλαμβάνωσιν, ἀπὸ δὲ τόπων ἐπὶ τόπους, ὡς ὅταν τι ἐπὶ τῶν μυωδῶν ἢ νευρωδῶν τετηρημένον, οἷον, φέρε, ἀπὸ τοῦ μηροῦ μεταφέρωμεν ἐπὶ τὸν βραχίονα· ἀπὸ παθῶν δὲ ἐπὶ πάθη,
152
ὡς ὅταν τοῖς ἐπὶ τῶν αἱμοῤῥαγιῶν τετηρημένοις χρήσωνται ἐπὶ αἱμόῤῥου δήγματος. κατὰ τοσοῦτον μὲν οὖν τρόπον τῇ τοῦ ὁμοίου μεταβάσει χρῶνται.
Ἐρωτᾶν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ ὁμοιότητι τῆς δυνάμεως. προσέχοντες, ἢ τῇ τῶν προσόντων συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ μήλου παραλαμβάνωσιν; πότερον κατὰ τὴν στύψιν ὁμοίως ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια; εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες, μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις. ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ, ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ
153
βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια, πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτωμάτων ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείοσιν, ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν, μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις, καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν, ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχεδὸν γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ
154
ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’ αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτίκα γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν. οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθησιν τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴδημα, καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμπολλα διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα. πάντα σχεδὸν
155
ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις.