Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις παραστήσειεν. ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν
150
γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ’ ἀναγράφεσθαι ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἡ ἱστορία ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται, δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνατόν ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.
Ἑξῆς δὲ περὶ τῆς τοῦ ὁμοίου μεταβάσεως ῥητέον. ἐδεήθησαν δὲ τῆς τοῦ ὁμοίου μεταβάσεως οἱ Ἐμπειρικοὶ διὰ τάδε· ἐπεὶ γὰρ πλεῖστα καὶ σχεδὸν ἄπειρα ἦν, ἐφ’ οἷς ἔδει τὰς τηρήσεις γίγνεσθαι, ἄπειρα δὲ καὶ τὰ ὠφελοῦντα, ἀδύνατον δ’ ἦν ἐφ’ ἅπασιν ἢ τοῖς πλείστοις αὐτόν τινα τηρεῖν, διὰ τοῦτ’ ἐδεήθησαν καὶ τῆς ἱστορίας, καὶ τῆς τοῦ ὁμοίου μεταβάσεως. ἔτι τε ἐπειδὴ οἱ Λογικοὶ ἀντιλέγοντες αὐτοῖς φασὶν, ὅτι εἰ καί τινος ἄλλου οἱ τεχνῖταί εἰσιν ἐστοχασμένοι καὶ τοῦ εὐπόρου· ὑμεῖς δ’ ἓν
151
ἐφ’ ἑνὶ τετηρηκότες ἄπειροι πρὸς τὰς θεραπείας ἔσεσθε, ἢ πλείονα ἀναγκαζόμενοι ἐπὶ τοῦ αὐτοῦ τηρεῖν, οὐδέποτε χρήσεσθε τῇ τέχνῃ, ἀλλ’ ἐτηρήσατε, φασὶν, ὅτι τῇ τοῦ ὁμοίου μεταβάσει χρώμεθα, ἐξ ἧς ἡ εὐπορία ὑμῖν παραγίνεται. σκοτωματικοῦ γὰρ, φέρε, ἀπὸ καταπτώσεως αἱμοῤῥαγήσαντος, εἶτ’ ἀπαλλαγέντος τοῦ πάθους, τηρήσαντες τοῦτον, ἐφ’ ἑτέρου φλεβοτομίᾳ χρώμεθα. πρῶτον μὲν οὖν πύθοιτο ἄν τις αὐτοὺς, πόθεν κατειλήφασιν, ὅτι διὰ τῆς αἱμοῤῥαγίας ἀπήλλακται ὁ σκοτωματικὸς, καὶ οὐ διὰ τὴν κατάπτωσιν ταύτην, ἀλλ’ οὐδέπω λέγειν πρὸς αὐτοὺς χρὴ, πρὶν ἢ ἀποδεῖξαι, κατὰ πόσους τρόπους κέχρηνται τῇ τοῦ ὁμοίου μεταβάσει. κεχρῆσθαι τοίνυν φασὶ τῇ τοῦ ὁμοίου μεταβάσει, ὁτὲ μὲν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ὁτὲ δ’ ἀπὸ τόπων εἰς τόπους, ὁτὲ δ’ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν οὖν βοηθημάτων ἐπὶ βοηθήματα, ὡς ὅταν μέσπιλον ἀντὶ μήλου ἐπὶ τῶν δυσεντερικῶν παραλαμβάνωσιν, ἀπὸ δὲ τόπων ἐπὶ τόπους, ὡς ὅταν τι ἐπὶ τῶν μυωδῶν ἢ νευρωδῶν τετηρημένον, οἷον, φέρε, ἀπὸ τοῦ μηροῦ μεταφέρωμεν ἐπὶ τὸν βραχίονα· ἀπὸ παθῶν δὲ ἐπὶ πάθη,
152
ὡς ὅταν τοῖς ἐπὶ τῶν αἱμοῤῥαγιῶν τετηρημένοις χρήσωνται ἐπὶ αἱμόῤῥου δήγματος. κατὰ τοσοῦτον μὲν οὖν τρόπον τῇ τοῦ ὁμοίου μεταβάσει χρῶνται.
Ἐρωτᾶν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ ὁμοιότητι τῆς δυνάμεως. προσέχοντες, ἢ τῇ τῶν προσόντων συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ μήλου παραλαμβάνωσιν; πότερον κατὰ τὴν στύψιν ὁμοίως ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια; εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες, μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις. ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ, ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ
153
βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια, πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτωμάτων ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείοσιν, ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν, μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις, καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν, ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχεδὸν γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ
154
ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’ αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτίκα γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν. οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθησιν τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴδημα, καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμπολλα διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα. πάντα σχεδὸν
155
ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις.
Ἑξῆς δ’ ἀκόλουθόν ἐστιν ἐπιδεῖξαι, πῶς οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύνανται, ὅπερ τινὲς οὐχ ὁμοίου μετάβασιν, ἀλλ’ ἀναλογισμὸν καλοῦσιν. τὴν μὲν γὰρ τοῦ ὁμοίου μετάβασίν φασι τοῖς Ἐμπειρικοῖς προσήκειν. τὸν δὲ παρακείμενον τῇ τοῦ ὁμοίου μεταβάσει τρόπον ἀναλογισμὸν καλοῦσιν, ᾧ τοὺς Λογικούς φασι κεχρῆσθαι. ἡμεῖς δὲ οὐδὲν διαφερόμεθα πρὸς τοὺς τὰ ὀνόματα ἐξαλλάττοντας· τὸ δὲ πρᾶγμα αὐτὸ ὑποδείξομεν, ὅπερ ἔξεστι τῷ βουλομένῳ ὡς ἂν ἐθέλοι καλεῖν. φαμὲν τοίνυν, ἄλλα μὲν συμπτώματα παρακολουθεῖν τοῖς αἰτίοις, ἄλλα δὲ τοῖς πάσχουσι τόποις, ἄλλα δὲ ταῖς δυνάμεσιν, ἄλλα δὲ τοῖς πάσχουσιν αὐτοῖς. ταῦτα ὁ Λογικὸς διακρίνει πάντα, καὶ οἶδεν, ἐφ’ οἶς τε δεῖ τοῦ τηρεῖν, καὶ ἐφ’ οἷς μή. παρόντων μὲν οὖν τῶν ἄλλων, καὶ μὴ παρόντων, οὐ πεφρόντικεν τῶν μηδὲν χρήσιμον εἰς θεραπείαν ἐχόντων.
156
καὶ παραλλάττειν δοκούσης τῆς συνδρομῆς παρά τι τῶν οὐ χρησίμων συμπτωμάτων, τοῖς αὐτοῖς κέχρηται, ὡς ὁμοίας οὔσης τῆς συνδρομῆς. ὁ δ’ Ἐμπειρικὸς, ἐπειδὴ ἐπὶ ἀθρόᾳ τῇ συνδρομῇ τηρεῖ, καὶ οὐκ ἔχει δύναμιν διακριτικὴν συμπτωμάτων, παντὸς οὑτινοσοῦν ἐλλείποντος ἢ πλεονάζοντος συμπτώματος, ὡς ἀλλασσομένης τῆς συνδρομῆς, διαφόρῳ θεραπείᾳ χρήσασθαι ὀφείλει, ἀγνοῶν, ὅτι ἐπὶ μέν τινων συμπτωμάτων πλεονασμῷ ἢ ἐλλείψει τῷ ὄντι ἀλλάσσεται ἡ συνδρομὴ, ὡς ἐπὶ φλεγμονῆς, καὶ σκίῤῥου, καὶ οἰδήματος, καὶ κήλης, ἐπὶ δέ τινων οὐκέτι. ἐπὶ γὰρ ὀπισθοτονικῶν καὶ ἐμπροσθοτονικῶν διαφέρειν μὲν δοκεῖ ἡ φλεγμονὴ, ἀλλ’ ἐπεὶ τοῦ πάσχοντός ἐστι τὸ σύμπτωμα, οὔτ’ αἰτίας, οὔτε τόπου, οὔτε δυνάμεως, οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. ἀγνοεῖ δ’ ὁ Ἐμπειρικὸς καὶ τοῦτο, ὅτι ἐνίοτε ἡ μὲν συνδρομὴ ὁμοία ἐστὶν, οὐ τῇ αὐτῇ δὲ θεραπείᾳ χρήσασθαι δεῖ. ἰδοὺ γάρ ἴσα καὶ ὅμοια τὰ συμπτώματα ἐπὶ τῶν διὰ ῥῆξιν καὶ ἀναστόμωσιν καὶ ἀνάβρωσιν ἀναγόντων αἷμα. ἔστω δὲ καὶ βῆχα εἶναι ἐπὶ παντὸς τὴν αὐτὴν καὶ τὸ τοῦ
157
ἀναγομένου πλῆθος. ταὐτὰ καὶ τἄλλα ὅμοια, ἀλλὰ καὶ ἡ θεραπεία διάφορος παραλαμβάνεται. ὁ οὖν Λογικὸς τὴν τ’ εὐχρηστίαν καὶ τὴν ἀχρηστίαν τῶν συμπτωμάτων εἰδὼς, πολλάκις ἀνομοίου δοκούσης εἶναι τοῖς πολλοῖς τῆς συνδρομῆς, τοῖς αὐτοῖς χρήσεται, οἶον ὀπισθοτονικοί τινες λέγονται, καὶ ἐμπροσθοτονικοὶ, καὶ τετανικοί· οὗτοι διαφέρουσαν τὴν συνδρομὴν ἔχειν δοκοῦσιν. ἀλλ’ εἰδὼς ὁ Λογικὸς, φέρε, ὅτι πλῆθος αἵματος τὸ αἴτιον, καὶ μυῶν τὸ πάθος, καὶ τὸ αὐτὸ ἀποτέλεσμα. φλεγμονῇ γὰρ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. τοῖς γὰρ εἰρημένοις μόνοις προσέχει συμπτώμασιν. τὸ δὲ τοῦ πάσχοντος σύμπτωμα ὡς ἄχρηστον παραιτεῖται. τὸ γὰρ ἔμπροσθεν ἢ ὄπισθεν ἢ ἐξ ἴσου συντείνεσθαι, τοῦ πάσχοντός ἐστι σύμπτωμα. πρὸς δὲ τὴν θεραπείαν οὐδὲν χρήσιμον ἔχει παραφυλαττόμενον, ὡς οὐδὲ τὸ δακρύειν. καὶ ὁμοίας δὲ τῆς συνδρομῆς εἶναι δοκούσης, οὐδὲ παρὰ τὴν διάνοιαν τῆς αἰτίας, διαφόρῳ χρῆται θεραπείᾳ, ὡς ἐπὶ τῶν δι’ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν αἷμα ἀναγόντων. διαιρῶν γὰρ τὰ συμπτώματα ὁ Λογικὸς, κατὰ τὴν πρὸς τὰ ἐνδεικνύμενα τὸ
158
συμφέρον ἀναφορὰν, καὶ τὰ χρήσιμα τῶν συμπτωμάτων ἐκλαμβάνων, καὶ τοῖς πρὸς ταῦτα τὰ συμπτώματα ἐναντιοῦσθαι δυναμένοις βοηθήμασι χρώμενος, πολλάκις διαφόρου εἶναι δοκούσης συνδρομῆς, ὁ δὲ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. καὶ πάλιν ὁμοίας εἶναι δοκούσης, διαφέρουσαν θεραπείαν παραλήψεται. ἡ γὰρ θεραπεία σύμπτωμά ἐστι τοῖς ἐναντιοῦσθαι δυναμένοις τοῖς ἐπιφέρουσιν τὰ συμπτώματα αἰτίοις. ὁ μὲν οὖν Λογικὸς καταλαμβάνει ἕκαστον τῶν ἐναντιουμένων τοῖς νοσοποιοῖς αἰτίοις βοηθημάτων, καὶ πρὸς ὅ τι σύμπτωμα ἐναντιοῦσθαι πέφυκεν, οὐκ ἀγνοεῖ, διὰ τὸ καταδιαιρεῖν, ὡς ἔφημεν, τὴν συνδρομήν. ὁ δὲ Ἐμπειρικὸς ἐπὶ ἀθρόᾳ συνδρομῇ τὰ ὠφελοῦντα τηρῶν, τί τίνι ἐναντιοῦσθαι πέφυκεν, οὐ δύναται εἰδέναι. τοῦτο δὲ ἀγνοῶν, οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει χρήσασθαι οἷός τέ ἐστιν. κατὰ τί γὰρ τὸ ὠφελοῦν ὠφέλησε, καὶ αὐτὸς ἀγνοεῖν ὁμολογεῖ.
Πόθεν οὖν, φαίη τις ἂν, τὰ χρήσιμα καὶ τὰ ἄχρηστα τῶν συμπτωμάτων διαγιγνώσκει ὁ Λογικός; ῥητέον, ὅτι τῇ πρὸς τοὺς ἐνδεικνυμένους σκοποὺς ἀναφορᾷ. εἰδὼς
159
γὰρ, ὅτι τάδε μὲν τὰ συμπτώματα δηλωτικά ἐστι τῶν τὸ συμφέρον ἐνδεικνυμένων σκοπῶν, τὰ δὲ οὐκ ἔστι τοιαῦτα, τὰ μὲν χρήσιμα παραφυλάττει, τὰ δ’ ἄλλα παραιτεῖται. ἐκ δὲ τῆς τῶν χρησίμων συμπτωμάτων καταλήψεως καὶ τὸ δύνασθαι τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι παραγίνεται. ἔστι δ’ ὅτε οὐχ ὅλην τὴν θεραπείαν μεταφέρει, ἀλλὰ μέρος τι αὐτῆς. ὡς γὰρ τὰς συνδρομὰς καταδιαιρεῖ, οὕτω καὶ τὰς θεραπείας. καὶ οἶδε, τίνα μὲν τῶν ἐν τῇ θεραπείᾳ βοηθημάτων ὑπεναντιοῦται τοῖς ἀπὸ τῶν αἰτίων ἐπιφερομένοις συμπτώμασι, τίνα δὲ τοῖς ἀπὸ τῶν τόπων ἢ τῶν δυνάμεων. εἰδὼς γὰρ, ὅτι τόδε μὲν ἀπὸ τῶν αἰτιῶν ἐστι τὸ σύμπτωμα, τόδε δὲ ἀπὸ τῶν τόπων, τόδε δὲ ἀπὸ τῆς δυνάμεως, καὶ ὅτι ἀπὸ μὲν τοῦ αἰτίου τὸ γένος τῶν βοηθημάτων ὑπαγορεύεται, ἀπὸ δὲ τοῦ τόπου ὁ τρόπος τῆς χρήσεως, ἀπὸ δὲ τῆς δυνάμεως, ἐπὶ τοῦ παρόντος εἰπεῖν, τὸ μέτρον, τοῦ μὲν αὐτοῦ αἰτίου ὄντος, καὶ τῶν δηλωτικῶν τοῦ αἰτίου συμπτωμάτων φαινομένων, τοῦ δὲ αὐτοῦ τόπου μὴ ὄντος, μηδὲ τῆς αὐτῆς δυνάμεως, τὸ μὲν αὐτὸ γένος παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τόπον καὶ τὸν τρόπον οὐκ ἔτι. εἰ δ’ αἴτιον μὲν μὴ εἴη τὸ αὐτὸ,
160
ὁ δὲ τόπος ὁ αὐτὸς, καὶ ἡ δύναμις ἡ αὐτὴ, τὸ μὲν γένος οὐ τὸ αὐτὸ παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τρόπον καὶ τὸ μέτρον τὸ αὐτό. ἐπεὶ οὖν ἱκανός ἐστι μερίζειν ὁ Λογικὸς τάς τε συνδρομὰς καὶ τὰς θεραπείας, δύναται κατὰ τὰς ὁμοιότητας τῶν συνδρομῶν κινούμενος μέρη τινὰ τῆς θεραπείας κατὰ τὸ ἐοικὸς μεταφέρειν. ὁ δ’ Ἐμπειρικὸς μήτ’ αἰτίαν, μήτε δηλωτικὰ αἰτιῶν συμπτώματα, ἢ τόπου, ἢ δυνάμεως πολυπραγμονῶν, τοῦτο ποιεῖν οὐχ οἶός τε ἔσται. διὰ τοῦτο δὲ οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύναται. κατὰ τί γὰρ αἱ συνδρομαὶ ἀλλήλων προσεοίκασιν, ἀγνοεῖ. καὶ διὰ τοῦτο οὐδὲ τὴν θεραπείαν καταδιαιρεῖν δύναται, καὶ προσαγαγεῖν τὸ δυνάμενον ὑπεναντιωθῆναι τῷ παρόντι συμπτώματι βοήθημα. ἐὰν γὰρ τοῦτο φῇ δυνατὸς εἶναι, λέγω δὴ μερίζειν τά τε τῶν συνδρομῶν συμπτώματα, καὶ τὴν θεραπείαν ἐπιστάμενος, καθ’ ὅ τι ἕκαστον ὠφελεῖ καὶ βλάπτει, αἰτιῶν κεκρυμμένων καταληπτικὸς εἶναι ὁμολογήσει. εἰ δὲ τοῦτο, καὶ ἀπ’ ἐνδείξεως τὰ βοηθήματα δυνατὸς εἶναι λαμβάνειν ὁμολογήσει.
161
Ἀδυνάτων οὖν ὄντων τῶν εἰδοποιούντων τὴν τῶν Ἐμπειρικῶν αἵρεσιν, τηρήσεως, καὶ ἱστορίας, καὶ τῆς ὁμοίου μεταβάσεως, τὴν μὲν τήρησιν ἄχρηστον ἄνευ λόγου καὶ ἀδύνατον καθ’ αὑτὸ ἐπεδείξαμεν. ἄχρηστον μὲν, ἐπειδήπερ λόγου χρεία τοῦ διακρίνοντος, ἐφ’ οἷς δεῖ συμπτώμασι τὰς θεραπείας ποιεῖν. οὐδὲ γὰρ ἐφ’ ἅπασι τοῖς προγεγενημένοις τε καὶ παροῦσι τῷ νοσοῦντι οἴονται δεῖν τηρεῖν. ἀδύνατον δ’, ὅτι πλειόνων ὄντων ταῦτα πάντα οὐκ ὄντως τυχεῖν δυνατόν ἐστιν, ἵν’ ἡ αὐτὴ γένηται συνδρομή. λέγω δὲ γένος συμπτωμάτων καὶ ἀριθμὸν τὸν αὐτὸν, καὶ μέγεθος, καὶ τάξιν, καὶ καιρὸν, καὶ τὰ ὅμοια. τὴν δὲ ἱστορίαν περιττὴν μὲν, διότι τῇ πείρᾳ ἐπικρίνει τὰ ἱστορούμενα, ἀδύνατον δὲ, διότι μήτε μεγέθη συμπτωμάτων, μήτε καιροὺς δύναται προσιστορεῖν, ὧν ἄνευ τοῦ ὠφελοῦντος κατάληψις γενήσεσθαι οὐ δύναται. τὴν δὲ τοῦ ὁμοίου μετάβασιν διαβεβλήκαμεν, δι’ ὧν ἐπεδείξαμεν, ὅτι ἐξ ἀνάγκης δεῖ αὐτὴν καταστῆσαι, ἐπὶ τὴν τῶν δυνάμεων βλαπτουσῶν ἢ ὠφελουσῶν ἐξέτασιν.
162
Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθοδικοῖς, τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμφέρον ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθοδικοὶ προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμπτωμάτων ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἶον ἐπὶ
163
φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναιρεῖται καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται. καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν, ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βαλανείου, τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν
164
συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη. ὡς τὸ συμφέρον ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμπτώματα τῶν συμφερόντων. εἰ τὸ αὐτὸ ἐναντίον οὐκ ἐνδείκνυται, οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς διαφόρων δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται, οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶσιν οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται. ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διάφορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύσεως τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα
165
πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται οἱ Μεθοδικοί.