De optima secta ad Thrasybulum

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα χρήσιμον, εἴτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶτον μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν

107
θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ· ψευδῶν γὰρ οὐκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρημάτων χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων, καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων, οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέρεται. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις. πᾶν θεώρημα τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατάληπτά
108
ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ τῶν ἄλλων παραδοῦναι.

Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ, ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κεκρυμμένων. κρίσεις δὲ τῶν φαινομένων καὶ. τῶν κεκρυμμένων διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν

109
ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι. τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται, κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων, κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν
110
ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμολογουμένου ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ, ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρίσιν, εἴρηται.

Ἑξῆς δὲ περὶ τοῦ χρησίμου θεωρήματος ῥητέον. κρίνεται τοίνυν τὸ χρήσιμον θεώρημα τῇ πρὸς τὸ τέλος τῆς τέχνης ἀναφορᾷ. δεῖ δὲ αὐτὸ πρῶτον μὲν καταληπτὸν εἶναι. ἐὰν γὰρ ἀδύνατον ᾖ, ὡς τὸ, τοῦ ἱπποκενταύρου χολὴ λύει τὴν ἀποπληξίαν, διότι ἀκατάληπτόν ἐστι, διὰ τοῦτο γίνεται ἄχρηστον. εἶτα δεῖ τὴν κατάληψιν αὐτοῦ μὴ κοινὴν πρὸς τοὺς ἰδιώτας ὑπάρχειν, ἀλλ’ ἰδίαν τῶν τεχνιτῶν. διὰ τοῦτο γάρ τοι φαμὲν ἡμεῖς πεπλανῆσθαι τοὺς οἰομένους ἀρχὴν τῆς τέχνης τὰ φαινόμενα εἶναι. οὔτε γὰρ συνέστηκεν ἐκ τῶν φαινομένων ἡ τέχνη, οὔθ’ ἡ παράδοσις

111
τῆς τέχνης ἀπὸ φαινομένων γίγνεται. οὐδεὶς γὰρ τὰ φαινόμενα παραδίδωσιν, ἀλλὰ τὰ ἐπὶ τοῖς φαινομένοις θεωρήματα, ἅπερ οὐ φαίνεται. ταῦτ’ οὖν καὶ ἀρχὴ τῆς τέχνης, εὐλόγως ἄν τις εἴποι. τὰ ἐπὶ τοῖς φαινομένοις λέγω θεωρήματα, δηλονότι ἀρχὴ τῆς παραδόσεως τῆς τέχνης ἀπὸ φαινομένων γίνεται. εἰ γάρ τοι φαίη τις τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἶναι, λήσεται ἑαυτὸν οὐδὲν διαφέρειν οἰόμενος τέχνην ἀτεχνίας. ἐπειδὴ γὰρ ἡ τῶν φαινομένων κατάληψις ὁμοία ἐστὶ τεχνίτῃ τε καὶ ἰδιώτῃ, δῆλον ὡς κατὰ τοῦτο οὐδὲν πλέον ὁ τεχνίτης ἔχων τοῦ ἰδιώτου ἔσται, ἀλλ’ οὐδὲ τέχνην ἔχων, εἴπερ τῶν αὐτῶν καὶ ἡ αὐτὴ κατάληψίς ἐστι τεχνίτῃ τε καὶ ἰδιώτῃ. ἀρχὴ μὲν οὖν εὑρέσεως τῶν θεωρημάτων τὰ φαινόμενα λέγοιτ’ ἂν δικαίως· τῆς δὲ τέχνης ἀρχὴ τὰ φαινόμενα οὐκ ἔστιν. ὡς γὰρ τὰ τοῦ λαγωοῦ εὑρέσεως ἄν τις ἀρχὴν εἴποι εὐλόγως, ἀρχὴν δὲ τοῦ λαγωοῦ οὐκ ἄν τις εἴποι νοῦν ἔχων· οὐδὲ γὰρ συνέστηκεν ἐκ τῶν ἰχνῶν ὁ λαγωός· οὕτω καὶ τὰ φαινόμενα ἀρχὴν τῆς εὑρέσεως τῶν θεωρημάτων. καλῶς ἄν τις εἴποι,
112
ὅτι ἀπὸ τούτων ὁρμηθέντες οἱ συστησάμενοι αὐτὴν συνεστήσαντο, τῆς δὲ τέχνης οὐκ ἔτι. δεῖ γὰρ ἀναφέρειν τὰς ἀρχὰς ἐπὶ τὴν ποιότητα ἐκείνου, οὗπερ εἰσὶν αἱ ἀρχαί. καὶ τῆς τέχνης οὖν τὰς ἀρχὰς μὴ φανερὰς εἶναι τοῖς ἰδιώταις προσήκει, οὐδὲ γὰρ αἱ τέχναι πᾶσαι πρόδηλοί εἰσιν αὐτοῖς, εἶτα δὲ καὶ ἀρχαὶ τῶν τεχνῶν τεχνῶν παραδίδονται, τὰ δὲ φαινόμενα οὐ παραδίδονται. διόπερ οὐκ ἄν τις εὐλόγως τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἴποι.

Συνίσταται γὰρ τὰ θεωρήματα ἤτοι ἐπὶ τοῖς φαινομένοις, ἢ ἐπὶ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις, ἢ ἐπὶ τοῖς προαποδεδειγμένοις, ἢ ἐπὶ τοῖς ἐναργέσιν, κατὰ τοιοῦτόν τινα τρόπον. ἐπὶ μὲν τοῖς φαινομένοις οὕτως. ἐντυχών τις πλείοσι καρδιοτρώτοις ἀποθνήσκουσιν, ἐζήτησε τοῦ θανάτου τὴν αἰτίαν. λογιζόμενος οὖν εὕρισκε μήτε δι’ ἔνδειαν δυνάμεως, μήτε δι’ ἀπορίαν ὕλης βοηθημάτων ἀποθνήσκοντας, ἀλλὰ διὰ τὴν ἐπίκαιρον χρείαν τοῦ μέρους. ἐπιγνοὺς οὖν, ὅτι ἄνευ τῆς τοῦ μέρους τούτου ἐνεργείας καὶ τῆς περιγινομένης ἀπ’ αὐτοῦ

113
τῷ σώματι χρείας σώζεσθαι τὸ ζῶον οὐ δύναται, συνθείς τε τῷ λογισμῷ τὰ ἐπὶ τῶν φαινομένων εὑρημένα, πεποίηκε τοῦτο τὸ θεώρημα· εἴ τίς ἐστι καρδιότρωτος, ἐκεῖνος ἀποθανεῖται. τὸ οὖν κατ’ ἀκολουθίαν τῶν φαινομένων τῷ λογισμῷ εὑρεθὲν καὶ καθολικῶς ἐξενεχθέν ἐστι θεώρημα. μᾶλλον δ’ ἐπὶ τοῖς φαινομένοις συνίσταται τὸ θεώρημα, ὡς ἀπὸ τῶν φαινομένων ἐν τῇ φλεγμονῇ· εἴ τις φλεγμονὴν ἔχει, ἐκεῖνος ὄγκον ἔχει ἀντίτυπον, σφυγματῶδες ἄλγημα ἐπιφέροντα. γίνεται οὖν τὰ φαινόμενα ἀρχὴ εὑρέσεως τῶν θεωρημάτων. τὰ δὲ θεωρήματα ἐπὶ τοῖς φαινομένοις κατ’ ἀκολουθίαν εὑρεθέντα ἀρχὴ συστάσεως τέχνης. καὶ ἐπὶ μὲν τοῖς φαινομένοις κατὰ τοιοῦτόν τινα τρόπον συνίσταται τὸ θεώρημα. ἐπὶ δὲ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις τὸ θεώρημα οὕτω συνίσταται· εἴ τινι τάδε τὰ συμπτώματά ἐστιν, ἐκεῖνος ἐν πλήθει αἵματός ἐστιν. ᾧ τάδε παρέπεται, ἐκείνῳ ἧπαρ, ἢ νεφρὸς, ἤ τι τοιοῦτον ἔπαθεν. ἐπὶ δὲ τοῖς προαποδεδειγμένοις οὕτω συνίσταται τὸ θεώρημα. ἀποδειχθέντος
114
γὰρ τοῦ ὅτι πέψις ἐστὶ, καὶ τὰ πεπτόμενα χεῖταί τε καὶ ὑγραίνεται, ἔπειτα οὕτως ἀναδίδοται, καὶ ὅτι οἱ νοσοῦντες δέονται τῶν μὴ πολλῆς κατεργασίας δεομένων τροφῶν, ἐπὶ τούτοις γίγνεται τὸ θεώρημα τοῦτο· αἱ ὑγραὶ δίαιται πᾶσαι τοῖσι πυρεταίνουσι συμφέρουσιν. ἐπὶ δὲ τοῖς ἐναργέσιν οὕτω, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο ἀγαθὸν οὐδὲν, ὅ τι ἂν μᾶλλον τῆς φύσεώς ἐστι. καὶ ὅκου πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. ἐναργοῦς γὰρ ὄντος, ἐφ’ ὧν μὲν, ὅτι τῶν ὑπὲρ τὴν δύναμιν, ἐφ’ ὅτι τοῦ ποιοῦντος περιαιρεθέντος, οὐκ ἂν γένοιτο τὸ γιγνόμενον, συνετέθη τὰ εἰρημένα θεωρήματα. ἔστι δὲ πᾶν θεώρημα καθολικόν τε καὶ βέβαιον. πεπλάνηνται οὖν οἱ τὴν τέχνην στοχαστικὴν εἶναι λέγοντες, διότι στοχαστικὰ ἔχει τὰ θεωρήματα. οὐ γάρ ἀπὸ τοῦ θεωρήματος στοχαστικὴ λέγεται, ἕστηκε γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς πράξεως, καὶ τῆς τῶν ἰατρευόντων ἐνεργείας. αὐτὴ γὰρ ἄστατον ἔχουσα τὴν ἐπιτυχίαν, στοχαστικὴν τὴν τέχνην ποιεῖ, ἐπεὶ τὰ θεωρήματα ἁπασῶν τῶν τεχνῶν ὁμοίως βέβαιά
115
τέ ἐστι καὶ ἑστηκότα. παρὰ δὲ τὸ μὴ βεβαίους εἶναι τῶν τεχνῶν ἁπασῶν τὰς ἐπιτυχίας, στοχαστικαί τινες τῶν τεχνῶν εἶναι λέγονται, ὅσαι ἄστατον ἔχουσιν, ὡς ἔφην, τὴν ἐπιτυχίαν. ἐπειδὴ δὲ τὸ χρήσιμον τῇ πρὸς τὸ τέλος ἀναφορᾷ ἔφαμεν δεῖν κρίνεσθαι, ἀναγκαῖον ἂν εἴη ὑποδεῖξαι τὸ τῆς τέχνης τέλος, ἵνα, προδήλου τούτου γεγονότος, πρόδηλον ᾖ, ἐφ’ ὅπερ χρὴ ἀναφέροντα κρίνειν τὸ χρήσιμον.

Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονότων, ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἰς τρόπος ἐστὶ τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις· ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυπραγμονεῖν, εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοίνυν τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον

116
τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα, διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκοπούς. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς, οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι.

Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει

117
ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ.

Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς

118
αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται.