Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα χρήσιμον, εἴτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶτον μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν
107
θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ· ψευδῶν γὰρ οὐκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρημάτων χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων, καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων, οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέρεται. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις. πᾶν θεώρημα τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατάληπτά
108
ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ τῶν ἄλλων παραδοῦναι.
Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ, ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κεκρυμμένων. κρίσεις δὲ τῶν φαινομένων καὶ. τῶν κεκρυμμένων διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν
109
ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαινομένων κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασίστρατον πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνατετμηκότα μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαινομένων ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι. τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται, κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων, κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ σημείων καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν
110
ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμολογουμένου ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ, ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρίσιν, εἴρηται.
Ἑξῆς δὲ περὶ τοῦ χρησίμου θεωρήματος ῥητέον. κρίνεται τοίνυν τὸ χρήσιμον θεώρημα τῇ πρὸς τὸ τέλος τῆς τέχνης ἀναφορᾷ. δεῖ δὲ αὐτὸ πρῶτον μὲν καταληπτὸν εἶναι. ἐὰν γὰρ ἀδύνατον ᾖ, ὡς τὸ, τοῦ ἱπποκενταύρου χολὴ λύει τὴν ἀποπληξίαν, διότι ἀκατάληπτόν ἐστι, διὰ τοῦτο γίνεται ἄχρηστον. εἶτα δεῖ τὴν κατάληψιν αὐτοῦ μὴ κοινὴν πρὸς τοὺς ἰδιώτας ὑπάρχειν, ἀλλ’ ἰδίαν τῶν τεχνιτῶν. διὰ τοῦτο γάρ τοι φαμὲν ἡμεῖς πεπλανῆσθαι τοὺς οἰομένους ἀρχὴν τῆς τέχνης τὰ φαινόμενα εἶναι. οὔτε γὰρ συνέστηκεν ἐκ τῶν φαινομένων ἡ τέχνη, οὔθ’ ἡ παράδοσις
111
τῆς τέχνης ἀπὸ φαινομένων γίγνεται. οὐδεὶς γὰρ τὰ φαινόμενα παραδίδωσιν, ἀλλὰ τὰ ἐπὶ τοῖς φαινομένοις θεωρήματα, ἅπερ οὐ φαίνεται. ταῦτ’ οὖν καὶ ἀρχὴ τῆς τέχνης, εὐλόγως ἄν τις εἴποι. τὰ ἐπὶ τοῖς φαινομένοις λέγω θεωρήματα, δηλονότι ἀρχὴ τῆς παραδόσεως τῆς τέχνης ἀπὸ φαινομένων γίνεται. εἰ γάρ τοι φαίη τις τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἶναι, λήσεται ἑαυτὸν οὐδὲν διαφέρειν οἰόμενος τέχνην ἀτεχνίας. ἐπειδὴ γὰρ ἡ τῶν φαινομένων κατάληψις ὁμοία ἐστὶ τεχνίτῃ τε καὶ ἰδιώτῃ, δῆλον ὡς κατὰ τοῦτο οὐδὲν πλέον ὁ τεχνίτης ἔχων τοῦ ἰδιώτου ἔσται, ἀλλ’ οὐδὲ τέχνην ἔχων, εἴπερ τῶν αὐτῶν καὶ ἡ αὐτὴ κατάληψίς ἐστι τεχνίτῃ τε καὶ ἰδιώτῃ. ἀρχὴ μὲν οὖν εὑρέσεως τῶν θεωρημάτων τὰ φαινόμενα λέγοιτ’ ἂν δικαίως· τῆς δὲ τέχνης ἀρχὴ τὰ φαινόμενα οὐκ ἔστιν. ὡς γὰρ τὰ τοῦ λαγωοῦ εὑρέσεως ἄν τις ἀρχὴν εἴποι εὐλόγως, ἀρχὴν δὲ τοῦ λαγωοῦ οὐκ ἄν τις εἴποι νοῦν ἔχων· οὐδὲ γὰρ συνέστηκεν ἐκ τῶν ἰχνῶν ὁ λαγωός· οὕτω καὶ τὰ φαινόμενα ἀρχὴν τῆς εὑρέσεως τῶν θεωρημάτων. καλῶς ἄν τις εἴποι,
112
ὅτι ἀπὸ τούτων ὁρμηθέντες οἱ συστησάμενοι αὐτὴν συνεστήσαντο, τῆς δὲ τέχνης οὐκ ἔτι. δεῖ γὰρ ἀναφέρειν τὰς ἀρχὰς ἐπὶ τὴν ποιότητα ἐκείνου, οὗπερ εἰσὶν αἱ ἀρχαί. καὶ τῆς τέχνης οὖν τὰς ἀρχὰς μὴ φανερὰς εἶναι τοῖς ἰδιώταις προσήκει, οὐδὲ γὰρ αἱ τέχναι πᾶσαι πρόδηλοί εἰσιν αὐτοῖς, εἶτα δὲ καὶ ἀρχαὶ τῶν τεχνῶν τεχνῶν παραδίδονται, τὰ δὲ φαινόμενα οὐ παραδίδονται. διόπερ οὐκ ἄν τις εὐλόγως τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἴποι.
Συνίσταται γὰρ τὰ θεωρήματα ἤτοι ἐπὶ τοῖς φαινομένοις, ἢ ἐπὶ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις, ἢ ἐπὶ τοῖς προαποδεδειγμένοις, ἢ ἐπὶ τοῖς ἐναργέσιν, κατὰ τοιοῦτόν τινα τρόπον. ἐπὶ μὲν τοῖς φαινομένοις οὕτως. ἐντυχών τις πλείοσι καρδιοτρώτοις ἀποθνήσκουσιν, ἐζήτησε τοῦ θανάτου τὴν αἰτίαν. λογιζόμενος οὖν εὕρισκε μήτε δι’ ἔνδειαν δυνάμεως, μήτε δι’ ἀπορίαν ὕλης βοηθημάτων ἀποθνήσκοντας, ἀλλὰ διὰ τὴν ἐπίκαιρον χρείαν τοῦ μέρους. ἐπιγνοὺς οὖν, ὅτι ἄνευ τῆς τοῦ μέρους τούτου ἐνεργείας καὶ τῆς περιγινομένης ἀπ’ αὐτοῦ
113
τῷ σώματι χρείας σώζεσθαι τὸ ζῶον οὐ δύναται, συνθείς τε τῷ λογισμῷ τὰ ἐπὶ τῶν φαινομένων εὑρημένα, πεποίηκε τοῦτο τὸ θεώρημα· εἴ τίς ἐστι καρδιότρωτος, ἐκεῖνος ἀποθανεῖται. τὸ οὖν κατ’ ἀκολουθίαν τῶν φαινομένων τῷ λογισμῷ εὑρεθὲν καὶ καθολικῶς ἐξενεχθέν ἐστι θεώρημα. μᾶλλον δ’ ἐπὶ τοῖς φαινομένοις συνίσταται τὸ θεώρημα, ὡς ἀπὸ τῶν φαινομένων ἐν τῇ φλεγμονῇ· εἴ τις φλεγμονὴν ἔχει, ἐκεῖνος ὄγκον ἔχει ἀντίτυπον, σφυγματῶδες ἄλγημα ἐπιφέροντα. γίνεται οὖν τὰ φαινόμενα ἀρχὴ εὑρέσεως τῶν θεωρημάτων. τὰ δὲ θεωρήματα ἐπὶ τοῖς φαινομένοις κατ’ ἀκολουθίαν εὑρεθέντα ἀρχὴ συστάσεως τέχνης. καὶ ἐπὶ μὲν τοῖς φαινομένοις κατὰ τοιοῦτόν τινα τρόπον συνίσταται τὸ θεώρημα. ἐπὶ δὲ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις τὸ θεώρημα οὕτω συνίσταται· εἴ τινι τάδε τὰ συμπτώματά ἐστιν, ἐκεῖνος ἐν πλήθει αἵματός ἐστιν. ᾧ τάδε παρέπεται, ἐκείνῳ ἧπαρ, ἢ νεφρὸς, ἤ τι τοιοῦτον ἔπαθεν. ἐπὶ δὲ τοῖς προαποδεδειγμένοις οὕτω συνίσταται τὸ θεώρημα. ἀποδειχθέντος
114
γὰρ τοῦ ὅτι πέψις ἐστὶ, καὶ τὰ πεπτόμενα χεῖταί τε καὶ ὑγραίνεται, ἔπειτα οὕτως ἀναδίδοται, καὶ ὅτι οἱ νοσοῦντες δέονται τῶν μὴ πολλῆς κατεργασίας δεομένων τροφῶν, ἐπὶ τούτοις γίγνεται τὸ θεώρημα τοῦτο· αἱ ὑγραὶ δίαιται πᾶσαι τοῖσι πυρεταίνουσι συμφέρουσιν. ἐπὶ δὲ τοῖς ἐναργέσιν οὕτω, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο ἀγαθὸν οὐδὲν, ὅ τι ἂν μᾶλλον τῆς φύσεώς ἐστι. καὶ ὅκου πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. ἐναργοῦς γὰρ ὄντος, ἐφ’ ὧν μὲν, ὅτι τῶν ὑπὲρ τὴν δύναμιν, ἐφ’ ὅτι τοῦ ποιοῦντος περιαιρεθέντος, οὐκ ἂν γένοιτο τὸ γιγνόμενον, συνετέθη τὰ εἰρημένα θεωρήματα. ἔστι δὲ πᾶν θεώρημα καθολικόν τε καὶ βέβαιον. πεπλάνηνται οὖν οἱ τὴν τέχνην στοχαστικὴν εἶναι λέγοντες, διότι στοχαστικὰ ἔχει τὰ θεωρήματα. οὐ γάρ ἀπὸ τοῦ θεωρήματος στοχαστικὴ λέγεται, ἕστηκε γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς πράξεως, καὶ τῆς τῶν ἰατρευόντων ἐνεργείας. αὐτὴ γὰρ ἄστατον ἔχουσα τὴν ἐπιτυχίαν, στοχαστικὴν τὴν τέχνην ποιεῖ, ἐπεὶ τὰ θεωρήματα ἁπασῶν τῶν τεχνῶν ὁμοίως βέβαιά
115
τέ ἐστι καὶ ἑστηκότα. παρὰ δὲ τὸ μὴ βεβαίους εἶναι τῶν τεχνῶν ἁπασῶν τὰς ἐπιτυχίας, στοχαστικαί τινες τῶν τεχνῶν εἶναι λέγονται, ὅσαι ἄστατον ἔχουσιν, ὡς ἔφην, τὴν ἐπιτυχίαν. ἐπειδὴ δὲ τὸ χρήσιμον τῇ πρὸς τὸ τέλος ἀναφορᾷ ἔφαμεν δεῖν κρίνεσθαι, ἀναγκαῖον ἂν εἴη ὑποδεῖξαι τὸ τῆς τέχνης τέλος, ἵνα, προδήλου τούτου γεγονότος, πρόδηλον ᾖ, ἐφ’ ὅπερ χρὴ ἀναφέροντα κρίνειν τὸ χρήσιμον.
Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονότων, ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἰς τρόπος ἐστὶ τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις· ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυπραγμονεῖν, εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοίνυν τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον
116
τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα, διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκοπούς. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς, οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι.
Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει
117
ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀναπνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρτησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἴσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρικόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἦττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ.
Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε, τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς
118
αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσασθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παραδεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθημάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θεραπεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρτικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται.
Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ μεμενήκασιν, οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα
119
πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμαθεῖν, ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι. οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομένων τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβάνεσθαι, ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα, ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμονοῦσι τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων, διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμμένων.
120
ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι, τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυναμένων κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναι φασιν. πάλιν ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς τὸ μὴ κεκρυμμένον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμπειρικῶν πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ
121
Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα καταλαμβάνεσθαι. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμφέρον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰομένους ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων, ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνεται ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται, οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαίνονται.
122
Ἐπεὶ τοίνυν τά τε κριτήρια παραδεδώκαμεν τῶν λόγων, καὶ τὰ κοινὰ καὶ ἴδια τῶν αἱρέσεων ἐπεληλύθαμεν, ἑξῆς ἀναγκαῖον ἂν εἴη τὴν ἐπίκρισιν ἑκάστης τῶν αἱρέσεων ποιήσασθαι, ἔπειθ’ οὕτως τῇ ὑγιεῖ δόξῃ προσθέσθαι. οἱ μὲν οὖν Ἐμπειρικοὶ καὶ Μεθοδικοὶ ἀντιλέγοντες τοῖς Λογικοῖς ἄχρηστόν φασιν εἶναι τὴν τῶν κεκρυμμένων κατάληψιν· μηδὲν γὰρ ἀπὸ κεκρυμμένων χρήσιμον εὑρίσκεσθαι. πρὸς τοῦτο δὲ ἀπαντῶσιν οἱ Λογικοὶ ἰδίως πρὸς ἑκατέραν αἵρεσιν· καὶ πρῶτόν γε πρὸς τοὺς Ἐμπειρικούς φασιν, ὅτι οὐκ ἐπαρκεῖ τὰ φαινόμενα πρὸς τὸ τηρῆσαι ἐπ’ αὐτοῖς τὰ συμφέροντα· χρεία γὰρ καὶ τῶν κεκρυμμένων· ἀπὸ γὰρ τούτων αἱ τῶν συμφερόντων ἐνδείξεις γίνονται. τεκμήριον δὲ, (αὐτοὶ γὰρ ὑμεῖς οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις τηρεῖτε, ἀλλ’ ἐπί τισιν) ὡς ἂν πλέον τι ἐχόντων τῶν φαινομένων, ἐφ’ οἷς τηρεῖν χρὴ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, εὔχρηστα ἂν εἴη τὰ κεκρυμμένα. τὰ οὖν φαινόμενα, ἤτοι ὡς φαινόμενα πρὸς εὕρεσιν τῶν συμφερόντων λαμβάνεται καὶ πάντα ἔσται χρήσιμα, ἢ οὔ. τὸ μὲν οὖν πάντα λέγειν
123
χρήσιμα εἶναι, ἀπίθανον. εἰ δὲ μὴ πάντα ἐστὶ χρήσιμα, ἀνάγκη τοῦ φαίνεσθαι πλέον τι τὰ χρήσιμα ἔχειν, ὅπερ οὐκ αἰσθήσεώς ἐστι καταλαμβάνειν, ἀλλὰ λόγου. τῷ δὲ λόγῳ τὰ κεκρυμμένα καταλαμβάνεται, χρήσιμος ἄρα λόγος, καὶ τὰ κεκρυμμένα. εἰ γὰρ τὰ φαινόμενα, ᾗ φαινόμενά ἐστι, μὴ διαφέρει ἀλλήλων δηλονότι, ἢ ὁμοίως ἅπαντα πρὸς τήρησιν, ὃ καὶ ἐφ’ ἑαυτοῖς, χρησιμεύει, ὥστε καὶ ἐπὶ τοῖς ἐλαχίστοις, τοῖς τε παρεληλυθόσι καὶ τοῖς ἐνεστῶσιν εἴη ἂν, εἰ τοῦτο ἀδύνατον. πῶς γὰρ ἂν ἐπὶ τῇ στρωμνῇ, καὶ τῇ κλίνῃ, ἐφ’ ᾗ κατεκλίθη ὁ νοσῶν, καὶ τοῖς ὁμοίοις, τήρησίς τις; φανερὸν οὖν, ὡς οὐκ ἐπὶ τοῖς φαινομένοις, ὡς φαινόμενά ἐστιν, ἡ τήρησις γίγνεται. ὁμοίως γὰρ ἂν ἐπὶ πᾶσιν ἐγίνετο, ἀλλ’ ἐφ’ ἑτέρῳ τινὶ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, χρήσιμα ἂν εἴη τὰ κεκρυμμένα. ἀλλὰ καὶ πόθεν, φασὶ, καταλαμβάνεται, ὅτι ἐπὶ μὲν τοῖσδέ τισι τοῖς φαινομένοις δυνατόν ἐστι τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι; οὐ ῥᾴδιον γὰρ τοῦτο ἀπ’ αὐτῶν τῶν φαινομένων, καθ’ ὅσον φαίνεται, ἐστὶν εἰδέναι. πάντες γὰρ ἂν ἐγίνωσκον καὶ οἱ ἰδιῶται, ἐφ’ οἷς φαινομένοις
124
χρὴ τὴν τήρησιν ποιεῖσθαι, καὶ οὐδὲν διέφερεν ὑμῶν ἡ ἐμπειρία τῆς τῶν ἰδιωτῶν ἀπειρίας. εἰ δὲ μὴ προσπίπτει πᾶσιν, ἐφ’ οἷς φαινομένοις δεῖ τὰς τηρήσεις ποιῆσαι, μόνοις δὲ τοῖς τεχνίταις καταληπτόν ἐστι τοῦτο, τὰ συμφέροντα ἐπὶ τοῖς φαινομένοις, οὐχ ὡς φαινόμενά ἐστι, τηρεῖται. ὅτι γὰρ τόδε μὲν τὸ φαινόμενον, ἐφ’ οὗ τηρεῖν ἐστι, τόδε οὐκ ἔτι φαίνεται, ἀλλὰ κέκρυπται. χρήσιμον δὲ πάνυ ἐστὶ τοῦτο εἰδέναι, διόπερ χρήσιμά ἐστι τὰ κεκρυμμένα. πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδήπερ οἱ Ἐμπειρικοὶ λέγουσιν ἐπὶ τοῖσδε τοῖς προγεγενημένοις καὶ τοῖσδε τοῖς ἐνεστῶσι δεῖν τὰς τηρήσεις ποιεῖσθαι. διὰ τοῦτο γάρ τοι καὶ πολυπραγμονοῦσι τὰ παρεληλυθότα. ἄπειρα δὲ ἐστι καὶ τὰ παρόντα, ἐπ’ ἀπείροις δὲ τηρεῖν οὐ δυνατὸν, δηλονότι ἀδύνατον ἂν εἴη ἡ τοιαύτη τήρησις. πρὸς δὲ τοὺς Μεθοδικοὺς τὰ φαινόμενα ἐνδεικτικὰ τῶν συμφερόντων εἶναι οἰομένους ταῦτα λέγουσιν οἱ Λογικοί. τὰ φαινόμενα ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, καὶ τοῖς ἰδιώταις οὖν φανεῖται. ἐπειδὴ δὲ καὶ ἐνδείκνυνται αἱ κοινότητες, συμπροσπίπτει δὲ τοῖς ἐνδεικνυμένοις τὰ ἐξ
125
αὐτῶν λαμβανόμενα, δηλονότι τοῖς ἰδιώταις ἐνδείξονται αἱ κοινότητες, καὶ οὐδὲν τῶν ἰδιωτῶν διοίσετε. ὅτι δ’ ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων οὐ γίγνεται, διὰ τούτων ἐστὶν ἐπιδεῖξαι. τοῦ αὐτοῦ πάθους, οἷον φλεγμονῆς περὶ διαφέροντας τόπους ὑπαρχούσης, οἷον περὶ ὀφθαλμοὺς, ἢ ἧπαρ, ἢ στόμαχον, οὐ τῆς αὐτῆς θεραπείας, ἀλλὰ διαφόρων δέονται. ὀφθαλμῷ μὲν γὰρ φλεγμαίνοντι ὄπιόν ἐστι κατ’ ἄλληλα, στομάχῳ δὲ καὶ ἥπατι ἄλλο τι. τὸ δ’ ἔλαιον τῷ ὀφθαλμῷ κακωτικὸν, τὰ δ’ ἄλλα μέρη φλεγμαίνοντα παρηγορεῖ. δῆλον οὖν, ὅτι οὐκ ἀπὸ τῶν παθῶν συμφέροντα λαμβάνεται. τὸ γὰρ αὐτὸ ἐπὶ πάντων παρελαμβάνετο ἂν βοήθημα, τοῦ αὐτοῦ πάθους ὄντος, εἴπερ τὸ πάθος ἐνδεικτικὸν ἐγίνετο τῶν συμφερόντων. ἔστι δὲ καὶ οὕτως ἀνασκευάσαι τὸ ἀρέσκον τῷ Μεθοδικῷ· τοῦ αὐτοῦ πάθους περὶ τὸν αὐτὸν ὄντος τόπον, περὶ τὴν διαφορὰν τῆς αἰτίας διαφόρου θεραπείας οἱ ἄνθρωποι δέονται, οἷον ἐπὶ ἰσχουρίας. ἐὰν μὲν γὰρ ᾖ λίθος, λιθοτόμῳ χρώμεθα· ἐὰν δὲ πλῆθος οὔρου, καθετῆρι· ἐὰν δὲ φλεγμονὴ, καταπλάσματι.
126
εἰ δ’ ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγίνοντο, ἑνὸς ὑποκειμένου πάθους, μία ἂν καὶ ἡ αὐτὴ θεραπεία παρελαμβάνετο. οὐ παραλαμβάνεται δὲ μία θεραπεία τοῦ αὐτοῦ πάθους ὑποκειμένου, οὐκ ἄρα ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων γίνονται.
Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέντων, χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις, καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀναλογισμὸς, καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνεται. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπαρατηρήσει καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκόμενα· οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται. συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπό πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος
127
δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος, ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμπίπτῃ τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέρον. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει καταλαμβάνεσθαι λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίοιν, ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀνδράχνη. οὔτε γὰρ. τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ, οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, καταρχὰς
128
μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παραλαμβάνομεν, τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ, καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις, οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον καταλαμβάνεται, ὅταν ἀγνοῆται μὲν ἡ αἰτία, τήρησίς τε μηδεμία ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχοντας θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι.
129
ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέρεται, ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀναλογιζόμενοι γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου μετάβασιν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον, καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ, ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτωμάτων
130
ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν, οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια. εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι, πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν, προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον ταῖς κατὰ γεῦσιν, ἢ κατὰ τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε; ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἀλλ’ ὁτιοῦν, προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ, καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’ ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γευστὴν ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλάπτοντα.
131
εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήματα, δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι.
Πῶς μὲν οὖν ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται, εἴρηται. νῦν δὲ τὰς ὑπογραφὰς ἑκάστου αὐτῶν ἐκθησόμεθα. ἔστι τοίνυν ἔνδειξις ἡ συμπροσπίπτουσα κατάληψις τοῦ ὠφελοῦντος ἅμα τῇ τοῦ βλάπτοντος καταλήψει, ἄνευ τηρήσεως ἢ λογισμοῦ. πεῖρα δ’ ἐστὶ τοῦ πλειστάκις ἢ κατὰ τὸ αὐτὸ ἑωραμένου κατάληψις καὶ μνήμη. ἢ οὕτως. ἔνδειξίς ἐστιν, ὅταν καταλαμβανομένοις πράγμασι συμπροσπίπτῃ τὸ συμφέρον ἄνευ ἀποδείξεως καὶ παρατηρήσεως. πεῖρα δ’ ἐστὶν ἡ τοῦ πλειστάκις καὶ κατὰ τὸ αὐτὸ ἑωραμένου τήρησίς τε καὶ μνήμη. ἔστι δὲ τὸ αὐτὸ τήρησις ὅ τι καὶ πεῖρα. ἀναλογισμὸς δ’ ἐστὶ σύγκρισις καὶ κατάληψις αἰτίων ὠφελούντων ὁμοιότησιν. ἑξῆς τοίνυν τὰ ἴδια ἑκάστης αἱρέσεως ἐκθέμενοι, τὴν ἀντίῤῥησιν πρὸς ἑκάστην αὐτῶν, λέγω δὴ τῶν Ἐμπειρικῶν καὶ Μεθοδικῶν, ποιησόμεθα. ἔστι δὲ ἴδια τῶν Ἐμπειρικῶν ταῦτα· ἡ ἐπὶ ταῖς
132
συνδρομαῖς τήρησις τῶν ὠφελούντων, ἡ ἱστορία, ἡ τοῦ ὁμοίου μετάβασις, ὡς ἐκεῖνοι γίνεσθαι ἀξιοῦσιν. ἄλλῳ γάρ τινι τρόπῳ οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται, ὡς προϊόντες δείξομεν τὴν διαφοράν.
Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶσθαι. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐτὴν παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν, ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν, ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις, διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ, ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος, ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρωμάτων διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων. ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν,
133
οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμπειρικὸς μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προγεγονότων ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς παροῦσιν· οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλότητι. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμφέροντα τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων, καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται, καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον, ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ
134
διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογήσουσι τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἤ λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λόγου ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἷναι πρὸς τήρησιν τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι· καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’ οἶς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι
135
τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὗν αὐτοῖς πάντοθεν συνελαυνομένοις λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι, ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκέτι· οὗ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ.
Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμπειρικοὶ, ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο. ἀλλ’ ἐπὶ πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γένεσι τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγκης ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὗν ἐξαρκεῖ κατὰ τὸ γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ
136
κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συνδρομὴ, καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις ἐπὶ τῇς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλλάσσεται καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γίνεται, καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμάτων διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’ ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων
137
ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέσεως δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν, καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει· παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχομένων γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυναμένοις. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν, καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή. διὰ τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλλως γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς
138
ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρετὸς μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλλασσομένης δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μόνον ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρόνον καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ βίῳ, μὴ ὅτι, πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπιδείξειε. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας, καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον
139
πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ. ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα; δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορίζοντες τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰτιῶν ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνάμεως, ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρήσιμα, τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ,
140
ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα, ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ καταλαμβάνωμεν οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην, συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις, ἢ πεπονθόσι τόποις, οἶον αἵματος ἐνοχλοῦντος, μὴ κατειληφότες, ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώμενοι τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσπνοίᾳ, οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος, ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμπτωμα, μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐτοῖς δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρικοὺς ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτωμάτων
141
τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν, τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνάμεως, μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱμόῤῥου δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦντες γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας, τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνομεν. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ ἑνί. ἐπὶ οὖν τῇ τοῦ ἥπατος πείσει καὶ ἐπὶ σπληνὸς πείσει τετηρήκαμέν τινα. ἂν δὲ λέγωσιν, ἓν ἑκάστῳ τούτων σύμπτωμα παρακολουθεῖ, φήσομεν, ἔστιν ὅτε οὐχ ἓν, ἀλλὰ
142
πολλά. πολυπραγμονοῦμεν δὲ τὰ πολλὰ, καὶ οὐχ ἵνα ἐπ’ αὐτοῖς τηρήσωμεν, ἀλλ’ ἵν’, ἐφ’ ᾧ τηροῦμεν, καταλάβωμεν· ἐπὶ τῶν ἡπατικῶν πεπονθέναι τὸ ἧπαρ, ἐφ’ ᾧ τήρησις γίγνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐπὶ τῇ προκαταρκτικῇ αἰτίᾳ τήρησις γίγνεται. οὐ γὰρ ἐπὶ τῇ αἱμωδίᾳ ἡ ἀνδράχνη τετήρηται, ἀλλ’ ἐπὶ τῇ ἀπὸ τῶν ὀξέων ἢ στρυφνῶν γεγενημένῃ διαθέσει. τοὺς γοῦν ἀπὸ ῥεύματος αἱμωδιῶντας, ἢ δι’ ἔμετον, ἢ πριόντων τινῶν, οὐδὲν ὠφελεῖ ἡ ἀνδράχνη. ἐπιζητήσαντες οὖν πρότερον τὴν αἰτίαν, ἀφ’ ἧς γέγονεν ἡ αἱμωδία, ἔπειθ’ οὕτως αὐτῇ χρώμεθα. τὰ δὲ παραλαμβανόμενα ἐπὶ τῶν τοιούτων οὐκ ἐναντιοῦται ταῖς προκαταρκτικαῖς αἰτίαις. οὐ γάρ ἐστιν ἄλλα ταῖς συνεκτικαῖς. ταῦτα μὲν οὖν πρὸς τὸ ταῖς ἐπιδρομαῖς τήρησιν ἔχειν εὐλόγως ἂν λέγοιτο. προσπυθέσθαι δὲ δεῖ τὸν Ἐμπειρικὸν, πῶς οἱ καιροὶ τῆς προσαγωγῆς τῶν βοηθημάτων τηροῦνται, ἢ τὰ μέτρα τῶν βοηθημάτων, ἢ οἱ καιροὶ τῶν προσφόρων, ἢ τὸ ποσὸν αὐτῶν.
Ὅτι δὲ καὶ ἡ ἱστορία ἡ κατ’ αὐτοὺς ἄχρηστός τε καὶ ἀδύνατός ἐστι, νῦν ἐπιδείξομαι. προσχρῶνται
143
δὲ τῇ ἱστορίᾳ οἱ Ἐμπειρικοὶ διὰ τοιαύτην τινὰ αἰτίαν. πολλάκις γίνεταί τινα νοσήματα, ἐφ’ οἷς οὐδὲν βοήθημα αὐτοῖς τετήρηται. ἵν’ οὖν ἔχοιεν καὶ ἐν τούτῳ εὐπορεῖν τινων, καὶ μὴ τὸ αὐτόματον παραμένειν, τῇ ἱστορίᾳ προσχρῶνται, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ συντόμου ἕνεκα παραδόσεως. ἀδύνατον γάρ ἐστι τὸν μανθάνοντα πᾶσι τοῖς συμπτώμασιν ἐντυχεῖν, καὶ αὐτὴν τὴν τήρησιν ἐπὶ τούτων ποιήσασθαι. ἵν’ οὖν μὴ τῷ αἰῶνι μανθάνῃ τις, ἀλλὰ χρήσαιτό ποτε καὶ τῇ τέχνῃ, διὰ τοῦτο χρήσιμον πρὸς τὸ ἰατρεύειν τὴν ἱστορίαν φασὶν εἶναι. γίνεται δὲ ἡ ἱστορία, ἤτοι τῶν παρόντων, ὡς τὸ Ἄνδρας μὲν κτείνουσι, πολὺ δέ τε πῦρ ἀμαθύνει. ἢ τῶν προγεγενημένων, ὡς τὸ Κουρῆτές τ’ ἐμάχοντο, καὶ Αἰτωλοὶ μενεχάρμαι. οὐδέποτε δὲ τῶν μελλόντων. τὸ γὰρ Ἔσσεται ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή. οὐχ ἱστορία, ἀλλὰ πρόγνωσις μᾶλλόν ἐστι. κέχρηνται οἱ Ἐμπειρικοὶ ὡς τὸ πολὺ τῇ προγεγενημένῃ ἱστορίᾳ. λέγουσι
144
γὰρ ἱστορίαν εἶναι τὴν τῶν πεπειραμένων πολλάκις κατὰ ταὐτὰ διήγησιν. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι, εἰ μὲν πάντα τὰ ἱστορούμενα λέγουσιν ἀληθῆ, τινὰ κριτὴν εἶχεν καλῶς ἂν περιδέχεσθαι τὴν ἱστορίαν. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, δεῖ κριτήριόν τι εὑρῆσθαι τῆς ἱστορίας, ᾧ διακρινοῦμεν τὴν ἀλήθειαν ἀπὸ τῶν ψευδῶν. καὶ γὰρ δὴ οὐ μόνον οὐχ ὁμογνωμονοῦσι περὶ τοῦ αὐτοῦ οἱ ἰατροὶ, ἀλλὰ καὶ τἀναντία δοξάζουσι. τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάσσοντο, μή ποτε κριθὴν καταπίῃ ὁ ἀῤῥωστῶν. Πετρονᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ Ἱπποκράτους ἀκροαταὶ, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους, οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων δύο ἢ τρεῖς παρεμέτρουν τοῖς ἀῤῥωστοῦσι. τοσαύτης οὖν
145
οὔσης ἐναντιότητος, πῶς οὐχὶ δεῖ κριτήριον τῆς ἱστορίας πεπορίσθαι; προσαναγκάσαντες οὖν αὐτοὺς ὁμολογῆσαι, ὅτι οὐδὲ ἄχρηστον παραδέχεσθαι τὴν ἱστορίαν, ἄχρηστον γὰρ οὕτως ἐπιδείξομεν τὴν ἱστορίαν, ἐρωτήσομεν, πότερον λόγῳ ἢ πείρᾳ κρίνουσι τὴν ἱστορίαν. ἀλλὰ τῷ μὲν λόγῳ οὐ δύνανται. ἐκβάλλουσί τε γὰρ αὐτὸν, καὶ ἄλλως, ᾧ καταλαμβάνεται ἕκαστον, τούτῳ καὶ κρίνεται. πείρᾳ δὲ τὰ ὠφελοῦντα κατειλῆφθαι λέγουσι· πείρᾳ γ’ οὖν καὶ κριθῆναι δεῖ. ὡς γὰρ ἐπὶ τῶν ἄλλων ἔχει, οὕτω καὶ ἐνταῦθα ἱστόρησέ τις, ὅτι ἡ χιὼν ψύχει. εἰ μέλλει κριθήσεσθαι ἡ ἱστορία, δεῖ τῷ αὐτῷ κριτηρίῳ χρήσασθαι, ὥσπερ ὁ ἱστορῶν κατέλαβεν. ὁ μὲν οὖν λογικὸς ἀπὸ τῆς αἰτίας ἱστορίαν κρῖναι δυνήσεται. ἱστορήσαντος γάρ τινος, ὅτι ἀνθρώπῳ διατεταμένα τὰ ἀγγεῖα ἔχοντι καὶ βαρυνόμενα αἱμοῤῥαγία ἐγγενομένη περιέγραψε τὸ δυσαρέστημα, καὶ τὸ βάρος ἐπικρίνει τοῦτο, εἰ ἔστιν ἀληθὲς, εἰς τὴν αἰτίαν ἀφορῶν τὴν ἐπιφέρουσαν τὰ συμπτώματα, καὶ σκοπῶν, εἰ οἵα τε εἴη ἡ αἱμοῤῥαγία ὑπεναντιοῦσθαι τῇ αἰτίᾳ. εὑρίσκων δ’, ὅτι τὸ μὲν βάρος
146
καὶ ἡ διάτασις ἐκ πλήθους συμβαίνει, ἡ δ’ αἱμοῤῥαγία μειωτικὴ τοῦ πλήθους ἐστὶ, κατείληφεν, ὅτι ἡ ἱστορία ἀληθής ἐστι, καὶ οὐδενὸς ἑτέρου πρὸς τὴν ἐπίκρισιν προσδεῖται. ἐφ’ ὧν δὲ τὴν αἰτίαν οὐ καταλαμβάνομεν, τὴν ἱστορίαν αὕτη ἡ πεῖρα κρίνει. ἂν γὰρ ἱστορεῖν τις αὐτῷ φαίνηται, ὅτι αἱμωδίαν ἀνδράχνη ἔλυσε, τῇ πείρᾳ πρὸς τὴν κρίσιν χρήσεται. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τὸν Ἐμπειρικὸν τῇ πείρᾳ τὴν κρίσιν τῆς ἱστορίας ποιήσασθαι. εἰ δὲ πεῖρα τὴν ἱστορίαν κρίνει, περιττὴ γίγνεται ἡ ἱστορία καὶ ἄχρηστος. ἀλλὰ λέγουσί τινες τῶν Ἐμπειρικῶν, ὅτι τῇ ἀξιοπιστίᾳ τῶν ἱστορούντων προσέχοντες κρίνομεν τὴν ἱστορίαν. πυνθανομένων δὲ ἡμῶν, πῶς τὴν ἀξιοπιστίαν κρίνετε, ἄλλων ἐν ἄλλοις διαμαρτανομένων καὶ κατορθούντων, ὅτι μὴ διὰ φιλοδοξίαν τινὰ, φασὶν, ὁ ἱστορῶν ἱστορῇ, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ, τότε ἀληθὲς εἶναί φαμεν ἡμεῖς τὸ ἱστορούμενον. πρὸς τοῦτο δὲ ῥητέον, πρῶτον μὲν διὰ μηδὲν τῶν εἰρημένων, ἐξαπατηθεὶς
147
δ’ ὁ ἱστορῶν ἱστορεῖ. ἆρά γε, διότι, μήτε διὰ δόξαν, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ ἱστορεῖται, ἀληθές ἐστι τὸ ἱστορηθέν; δεύτερον δ’, ὅταν ἰατρὸν σοφὸν ἀξιῶσι τὸν ἱστοροῦντα εἶναι. ἐκβάντες μὲν τὸ κρίνειν τὴν ἱστορίαν, κρίνουσιν ἄνδρα σοφόν· ἡ δὲ τοιαύτη κρίσις φιλοσόφοις καὶ ἰατροῖς ἐπιβάλλει. πόθεν δὲ καὶ δυνατόν ἐστι κρῖναι, ὅτι μήτε διὰ δόξαν, μήτε διὰ δόγματα πρὸς τὸ πάθος, μήτε διὰ φιλονεικίαν ἱστορεῖται τὸ ἱστορούμενον; πρὸς δὲ τοῖς εἰρημένοις, καὶ εἰς τὴν κρίσιν τῆς ἀξιοπιστίας κέχρηνται κριτηρίῳ ἀποδοκιμαζομένῳ ἐπ’ αὐτῶν· λέγοντες γὰρ, ὅτι, ἐπειδὰν μήτε διὰ δόξαν, μήτε διὰ φιλονεικίαν ἱστορῆται, αἰτίας ἐκτίθενται, δι’ ἃς χρὴ πιστεύειν τῷ ἱστοροῦντι. ὥστε, εἰ καὶ διὰ μηδὲν ἕτερον, ἀλλὰ διὰ τοῦτο χρήσιμοί εἰσιν αἱ ἐπιζητούμεναι αἰτίαι. καὶ ἡμεῖς οὐδὲν πλέον ποιοῦμεν, ἀλλά φαμεν δεῖν τὸ διότι πολυπραγμονεῖν, ὅπερ καὶ αὐτοὶ ἐν τῇ τῆς ἱστορίας κρίσει φαίνονται ποιοῦντες. ἀλλ’ ἡμεῖς μὲν τῷ διότι χρώμεθα, καὶ
148
τὸ σύνολον τῇ αἰτίᾳ εἰς τὴν τοῦ λεγομένου πράγματος κρίσιν, οἱ δ’ Ἐμπειρικοὶ εἰς τὸ ἐπικρῖναι τὸν τοῦ ἱστοροῦντος τρόπον. τὸ δὲ κρίνειν τὰ ἤθη, οὐ τῶν ἰατρῶν, ἀλλὰ τῶν φιλοσόφων ἐστὶν ἴδιον. ἔτι καὶ τοῦτο λέγουσιν οἱ Ἐμπειρικοὶ, πρὸς τὸ μὴ δεῖν τῇ πείρᾳ κρίνειν τὴν ἱστορίαν. φασὶ γὰρ, ὅτι, ὥσπερ ὑμεῖς, διότι Κρήτη νῆσός ἐστιν, ἱστορούντων τινῶν, κατειλήφατε, ὅτι ἐστί τις Κρήτη νῆσος, καίτοι αὐτόπται τῆς Κρήτης οὐ γεγόνατε, οὕτω καὶ ἡμεῖς, πολλῶν περὶ τῶν αὐτῶν συμφωνούντων, οὐ δεόμεθα πείρᾳ κρίνειν τὴν ἱστορίαν, ἀλλὰ πεπιστεύκαμεν τῇ τῶν πολλῶν δόξῃ. ἀλλ’ ἡμεῖς μὲν, φήσομεν, πεπιστεύκαμεν περὶ τῆς Κρήτης, ὅτι ἔστι, ἀπὸ τούτων τῶν εὐλόγων γοῦν ὁρμώμενοι, ὅτι πλεῖ τις ἐκεῖθεν δεῦρο, καὶ πάλιν ἔνθεν ἐκεῖ, καὶ ὅτι φίλοι τινὲς Κρῆτές εἰσιν ἐνταῦθα, ἢ καὶ πάλιν οἷς ἐπιστέλλομεν, καὶ παρ’ ὧν γράμματα ἡμῖν διακομίζεται. ἔτι τε ὅτι καὶ πάντες ἄνθρωποι περὶ τῆς αὐτῆς ὁμολογοῦσι, καὶ οἱ ἔχθιστοι. περὶ δὲ τῶν κατὰ τὴν ἰατρικὴν σχεδὸν περὶ
149
οὐδὲν συμφωνοῦσι, καὶ ταῦτα ὀλίγοι πρὸς τοὺς ἅπαντας ἀνθρώπους ὄντες οἱ ἰατροὶ, καὶ οὐ μόνον οὐ συμφωνοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντιώτατα δοξάζουσιν, ὡς μικρῷ πρόσθεν ὑπεδείξαμεν· διὰ ταῦτα οὖν κριτηρίου τινός ἐστι χρεία, πρὸς τὸ ἐπικρίνειν τὴν ἐν τῇ ἰατρικῇ ἱστορίαν. ἐπεὶ δὲ καὶ λέγουσιν οἱ Ἐμπειρικοὶ, ὅτι τὰ καταλαμβανόμενα, ἃ μὲν αἰσθήσει καταλαμβάνεται, ὡς τὸ ἔρευθος, ἃ δὲ ὑπομνηστικῶς, ὡς τὰ διὰ σημείων τινῶν καταλαμβανόμενα· ἐνδεικτικῶς δὲ οὐδὲν καταλαμβάνεται, οὔθ’ ἑτέρῳ τῶν ἐκκρινομένων ὑπ’ αὐτῶν τρόπῳ· ὅτι δὲ Κρήτη νῆσός ἐστι, καταλαμβάνουσι, δῆλον ὡς ἤτοι οὐ κατειλήφασιν, ὅτι Κρήτη νῆσος ἐγένετο. εἰ δὲ κατειλήφασιν, ἐστί τις ὁ τρίτος καταλήψεως τρόπος. ταῦτα μὲν οὖν εἰς παράστασιν τοῦ περιττὴν εἶναι τὴν ὑπ’ αὐτῶν θρυλλουμένην ἱστορίαν, εἴρηται.
Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις παραστήσειεν. ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν
150
γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ’ ἀναγράφεσθαι ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἡ ἱστορία ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται, δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνατόν ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.
Ἑξῆς δὲ περὶ τῆς τοῦ ὁμοίου μεταβάσεως ῥητέον. ἐδεήθησαν δὲ τῆς τοῦ ὁμοίου μεταβάσεως οἱ Ἐμπειρικοὶ διὰ τάδε· ἐπεὶ γὰρ πλεῖστα καὶ σχεδὸν ἄπειρα ἦν, ἐφ’ οἷς ἔδει τὰς τηρήσεις γίγνεσθαι, ἄπειρα δὲ καὶ τὰ ὠφελοῦντα, ἀδύνατον δ’ ἦν ἐφ’ ἅπασιν ἢ τοῖς πλείστοις αὐτόν τινα τηρεῖν, διὰ τοῦτ’ ἐδεήθησαν καὶ τῆς ἱστορίας, καὶ τῆς τοῦ ὁμοίου μεταβάσεως. ἔτι τε ἐπειδὴ οἱ Λογικοὶ ἀντιλέγοντες αὐτοῖς φασὶν, ὅτι εἰ καί τινος ἄλλου οἱ τεχνῖταί εἰσιν ἐστοχασμένοι καὶ τοῦ εὐπόρου· ὑμεῖς δ’ ἓν
151
ἐφ’ ἑνὶ τετηρηκότες ἄπειροι πρὸς τὰς θεραπείας ἔσεσθε, ἢ πλείονα ἀναγκαζόμενοι ἐπὶ τοῦ αὐτοῦ τηρεῖν, οὐδέποτε χρήσεσθε τῇ τέχνῃ, ἀλλ’ ἐτηρήσατε, φασὶν, ὅτι τῇ τοῦ ὁμοίου μεταβάσει χρώμεθα, ἐξ ἧς ἡ εὐπορία ὑμῖν παραγίνεται. σκοτωματικοῦ γὰρ, φέρε, ἀπὸ καταπτώσεως αἱμοῤῥαγήσαντος, εἶτ’ ἀπαλλαγέντος τοῦ πάθους, τηρήσαντες τοῦτον, ἐφ’ ἑτέρου φλεβοτομίᾳ χρώμεθα. πρῶτον μὲν οὖν πύθοιτο ἄν τις αὐτοὺς, πόθεν κατειλήφασιν, ὅτι διὰ τῆς αἱμοῤῥαγίας ἀπήλλακται ὁ σκοτωματικὸς, καὶ οὐ διὰ τὴν κατάπτωσιν ταύτην, ἀλλ’ οὐδέπω λέγειν πρὸς αὐτοὺς χρὴ, πρὶν ἢ ἀποδεῖξαι, κατὰ πόσους τρόπους κέχρηνται τῇ τοῦ ὁμοίου μεταβάσει. κεχρῆσθαι τοίνυν φασὶ τῇ τοῦ ὁμοίου μεταβάσει, ὁτὲ μὲν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ὁτὲ δ’ ἀπὸ τόπων εἰς τόπους, ὁτὲ δ’ ἀπὸ παθῶν ἐπὶ πάθη. ἀπὸ μὲν οὖν βοηθημάτων ἐπὶ βοηθήματα, ὡς ὅταν μέσπιλον ἀντὶ μήλου ἐπὶ τῶν δυσεντερικῶν παραλαμβάνωσιν, ἀπὸ δὲ τόπων ἐπὶ τόπους, ὡς ὅταν τι ἐπὶ τῶν μυωδῶν ἢ νευρωδῶν τετηρημένον, οἷον, φέρε, ἀπὸ τοῦ μηροῦ μεταφέρωμεν ἐπὶ τὸν βραχίονα· ἀπὸ παθῶν δὲ ἐπὶ πάθη,
152
ὡς ὅταν τοῖς ἐπὶ τῶν αἱμοῤῥαγιῶν τετηρημένοις χρήσωνται ἐπὶ αἱμόῤῥου δήγματος. κατὰ τοσοῦτον μὲν οὖν τρόπον τῇ τοῦ ὁμοίου μεταβάσει χρῶνται.
Ἐρωτᾶν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ ὁμοιότητι τῆς δυνάμεως. προσέχοντες, ἢ τῇ τῶν προσόντων συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ μήλου παραλαμβάνωσιν; πότερον κατὰ τὴν στύψιν ὁμοίως ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια; εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες, μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις. ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ, ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ
153
βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια, πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτωμάτων ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείοσιν, ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν, μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις, καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν, ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχεδὸν γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ
154
ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’ αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτίκα γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν. οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθησιν τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴδημα, καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμπολλα διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα. πάντα σχεδὸν
155
ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις.
Ἑξῆς δ’ ἀκόλουθόν ἐστιν ἐπιδεῖξαι, πῶς οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύνανται, ὅπερ τινὲς οὐχ ὁμοίου μετάβασιν, ἀλλ’ ἀναλογισμὸν καλοῦσιν. τὴν μὲν γὰρ τοῦ ὁμοίου μετάβασίν φασι τοῖς Ἐμπειρικοῖς προσήκειν. τὸν δὲ παρακείμενον τῇ τοῦ ὁμοίου μεταβάσει τρόπον ἀναλογισμὸν καλοῦσιν, ᾧ τοὺς Λογικούς φασι κεχρῆσθαι. ἡμεῖς δὲ οὐδὲν διαφερόμεθα πρὸς τοὺς τὰ ὀνόματα ἐξαλλάττοντας· τὸ δὲ πρᾶγμα αὐτὸ ὑποδείξομεν, ὅπερ ἔξεστι τῷ βουλομένῳ ὡς ἂν ἐθέλοι καλεῖν. φαμὲν τοίνυν, ἄλλα μὲν συμπτώματα παρακολουθεῖν τοῖς αἰτίοις, ἄλλα δὲ τοῖς πάσχουσι τόποις, ἄλλα δὲ ταῖς δυνάμεσιν, ἄλλα δὲ τοῖς πάσχουσιν αὐτοῖς. ταῦτα ὁ Λογικὸς διακρίνει πάντα, καὶ οἶδεν, ἐφ’ οἶς τε δεῖ τοῦ τηρεῖν, καὶ ἐφ’ οἷς μή. παρόντων μὲν οὖν τῶν ἄλλων, καὶ μὴ παρόντων, οὐ πεφρόντικεν τῶν μηδὲν χρήσιμον εἰς θεραπείαν ἐχόντων.
156
καὶ παραλλάττειν δοκούσης τῆς συνδρομῆς παρά τι τῶν οὐ χρησίμων συμπτωμάτων, τοῖς αὐτοῖς κέχρηται, ὡς ὁμοίας οὔσης τῆς συνδρομῆς. ὁ δ’ Ἐμπειρικὸς, ἐπειδὴ ἐπὶ ἀθρόᾳ τῇ συνδρομῇ τηρεῖ, καὶ οὐκ ἔχει δύναμιν διακριτικὴν συμπτωμάτων, παντὸς οὑτινοσοῦν ἐλλείποντος ἢ πλεονάζοντος συμπτώματος, ὡς ἀλλασσομένης τῆς συνδρομῆς, διαφόρῳ θεραπείᾳ χρήσασθαι ὀφείλει, ἀγνοῶν, ὅτι ἐπὶ μέν τινων συμπτωμάτων πλεονασμῷ ἢ ἐλλείψει τῷ ὄντι ἀλλάσσεται ἡ συνδρομὴ, ὡς ἐπὶ φλεγμονῆς, καὶ σκίῤῥου, καὶ οἰδήματος, καὶ κήλης, ἐπὶ δέ τινων οὐκέτι. ἐπὶ γὰρ ὀπισθοτονικῶν καὶ ἐμπροσθοτονικῶν διαφέρειν μὲν δοκεῖ ἡ φλεγμονὴ, ἀλλ’ ἐπεὶ τοῦ πάσχοντός ἐστι τὸ σύμπτωμα, οὔτ’ αἰτίας, οὔτε τόπου, οὔτε δυνάμεως, οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. ἀγνοεῖ δ’ ὁ Ἐμπειρικὸς καὶ τοῦτο, ὅτι ἐνίοτε ἡ μὲν συνδρομὴ ὁμοία ἐστὶν, οὐ τῇ αὐτῇ δὲ θεραπείᾳ χρήσασθαι δεῖ. ἰδοὺ γάρ ἴσα καὶ ὅμοια τὰ συμπτώματα ἐπὶ τῶν διὰ ῥῆξιν καὶ ἀναστόμωσιν καὶ ἀνάβρωσιν ἀναγόντων αἷμα. ἔστω δὲ καὶ βῆχα εἶναι ἐπὶ παντὸς τὴν αὐτὴν καὶ τὸ τοῦ
157
ἀναγομένου πλῆθος. ταὐτὰ καὶ τἄλλα ὅμοια, ἀλλὰ καὶ ἡ θεραπεία διάφορος παραλαμβάνεται. ὁ οὖν Λογικὸς τὴν τ’ εὐχρηστίαν καὶ τὴν ἀχρηστίαν τῶν συμπτωμάτων εἰδὼς, πολλάκις ἀνομοίου δοκούσης εἶναι τοῖς πολλοῖς τῆς συνδρομῆς, τοῖς αὐτοῖς χρήσεται, οἶον ὀπισθοτονικοί τινες λέγονται, καὶ ἐμπροσθοτονικοὶ, καὶ τετανικοί· οὗτοι διαφέρουσαν τὴν συνδρομὴν ἔχειν δοκοῦσιν. ἀλλ’ εἰδὼς ὁ Λογικὸς, φέρε, ὅτι πλῆθος αἵματος τὸ αἴτιον, καὶ μυῶν τὸ πάθος, καὶ τὸ αὐτὸ ἀποτέλεσμα. φλεγμονῇ γὰρ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. τοῖς γὰρ εἰρημένοις μόνοις προσέχει συμπτώμασιν. τὸ δὲ τοῦ πάσχοντος σύμπτωμα ὡς ἄχρηστον παραιτεῖται. τὸ γὰρ ἔμπροσθεν ἢ ὄπισθεν ἢ ἐξ ἴσου συντείνεσθαι, τοῦ πάσχοντός ἐστι σύμπτωμα. πρὸς δὲ τὴν θεραπείαν οὐδὲν χρήσιμον ἔχει παραφυλαττόμενον, ὡς οὐδὲ τὸ δακρύειν. καὶ ὁμοίας δὲ τῆς συνδρομῆς εἶναι δοκούσης, οὐδὲ παρὰ τὴν διάνοιαν τῆς αἰτίας, διαφόρῳ χρῆται θεραπείᾳ, ὡς ἐπὶ τῶν δι’ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν αἷμα ἀναγόντων. διαιρῶν γὰρ τὰ συμπτώματα ὁ Λογικὸς, κατὰ τὴν πρὸς τὰ ἐνδεικνύμενα τὸ
158
συμφέρον ἀναφορὰν, καὶ τὰ χρήσιμα τῶν συμπτωμάτων ἐκλαμβάνων, καὶ τοῖς πρὸς ταῦτα τὰ συμπτώματα ἐναντιοῦσθαι δυναμένοις βοηθήμασι χρώμενος, πολλάκις διαφόρου εἶναι δοκούσης συνδρομῆς, ὁ δὲ τῇ αὐτῇ θεραπείᾳ χρήσεται. καὶ πάλιν ὁμοίας εἶναι δοκούσης, διαφέρουσαν θεραπείαν παραλήψεται. ἡ γὰρ θεραπεία σύμπτωμά ἐστι τοῖς ἐναντιοῦσθαι δυναμένοις τοῖς ἐπιφέρουσιν τὰ συμπτώματα αἰτίοις. ὁ μὲν οὖν Λογικὸς καταλαμβάνει ἕκαστον τῶν ἐναντιουμένων τοῖς νοσοποιοῖς αἰτίοις βοηθημάτων, καὶ πρὸς ὅ τι σύμπτωμα ἐναντιοῦσθαι πέφυκεν, οὐκ ἀγνοεῖ, διὰ τὸ καταδιαιρεῖν, ὡς ἔφημεν, τὴν συνδρομήν. ὁ δὲ Ἐμπειρικὸς ἐπὶ ἀθρόᾳ συνδρομῇ τὰ ὠφελοῦντα τηρῶν, τί τίνι ἐναντιοῦσθαι πέφυκεν, οὐ δύναται εἰδέναι. τοῦτο δὲ ἀγνοῶν, οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει χρήσασθαι οἷός τέ ἐστιν. κατὰ τί γὰρ τὸ ὠφελοῦν ὠφέλησε, καὶ αὐτὸς ἀγνοεῖν ὁμολογεῖ.
Πόθεν οὖν, φαίη τις ἂν, τὰ χρήσιμα καὶ τὰ ἄχρηστα τῶν συμπτωμάτων διαγιγνώσκει ὁ Λογικός; ῥητέον, ὅτι τῇ πρὸς τοὺς ἐνδεικνυμένους σκοποὺς ἀναφορᾷ. εἰδὼς
159
γὰρ, ὅτι τάδε μὲν τὰ συμπτώματα δηλωτικά ἐστι τῶν τὸ συμφέρον ἐνδεικνυμένων σκοπῶν, τὰ δὲ οὐκ ἔστι τοιαῦτα, τὰ μὲν χρήσιμα παραφυλάττει, τὰ δ’ ἄλλα παραιτεῖται. ἐκ δὲ τῆς τῶν χρησίμων συμπτωμάτων καταλήψεως καὶ τὸ δύνασθαι τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι παραγίνεται. ἔστι δ’ ὅτε οὐχ ὅλην τὴν θεραπείαν μεταφέρει, ἀλλὰ μέρος τι αὐτῆς. ὡς γὰρ τὰς συνδρομὰς καταδιαιρεῖ, οὕτω καὶ τὰς θεραπείας. καὶ οἶδε, τίνα μὲν τῶν ἐν τῇ θεραπείᾳ βοηθημάτων ὑπεναντιοῦται τοῖς ἀπὸ τῶν αἰτίων ἐπιφερομένοις συμπτώμασι, τίνα δὲ τοῖς ἀπὸ τῶν τόπων ἢ τῶν δυνάμεων. εἰδὼς γὰρ, ὅτι τόδε μὲν ἀπὸ τῶν αἰτιῶν ἐστι τὸ σύμπτωμα, τόδε δὲ ἀπὸ τῶν τόπων, τόδε δὲ ἀπὸ τῆς δυνάμεως, καὶ ὅτι ἀπὸ μὲν τοῦ αἰτίου τὸ γένος τῶν βοηθημάτων ὑπαγορεύεται, ἀπὸ δὲ τοῦ τόπου ὁ τρόπος τῆς χρήσεως, ἀπὸ δὲ τῆς δυνάμεως, ἐπὶ τοῦ παρόντος εἰπεῖν, τὸ μέτρον, τοῦ μὲν αὐτοῦ αἰτίου ὄντος, καὶ τῶν δηλωτικῶν τοῦ αἰτίου συμπτωμάτων φαινομένων, τοῦ δὲ αὐτοῦ τόπου μὴ ὄντος, μηδὲ τῆς αὐτῆς δυνάμεως, τὸ μὲν αὐτὸ γένος παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τόπον καὶ τὸν τρόπον οὐκ ἔτι. εἰ δ’ αἴτιον μὲν μὴ εἴη τὸ αὐτὸ,
160
ὁ δὲ τόπος ὁ αὐτὸς, καὶ ἡ δύναμις ἡ αὐτὴ, τὸ μὲν γένος οὐ τὸ αὐτὸ παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τρόπον καὶ τὸ μέτρον τὸ αὐτό. ἐπεὶ οὖν ἱκανός ἐστι μερίζειν ὁ Λογικὸς τάς τε συνδρομὰς καὶ τὰς θεραπείας, δύναται κατὰ τὰς ὁμοιότητας τῶν συνδρομῶν κινούμενος μέρη τινὰ τῆς θεραπείας κατὰ τὸ ἐοικὸς μεταφέρειν. ὁ δ’ Ἐμπειρικὸς μήτ’ αἰτίαν, μήτε δηλωτικὰ αἰτιῶν συμπτώματα, ἢ τόπου, ἢ δυνάμεως πολυπραγμονῶν, τοῦτο ποιεῖν οὐχ οἶός τε ἔσται. διὰ τοῦτο δὲ οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύναται. κατὰ τί γὰρ αἱ συνδρομαὶ ἀλλήλων προσεοίκασιν, ἀγνοεῖ. καὶ διὰ τοῦτο οὐδὲ τὴν θεραπείαν καταδιαιρεῖν δύναται, καὶ προσαγαγεῖν τὸ δυνάμενον ὑπεναντιωθῆναι τῷ παρόντι συμπτώματι βοήθημα. ἐὰν γὰρ τοῦτο φῇ δυνατὸς εἶναι, λέγω δὴ μερίζειν τά τε τῶν συνδρομῶν συμπτώματα, καὶ τὴν θεραπείαν ἐπιστάμενος, καθ’ ὅ τι ἕκαστον ὠφελεῖ καὶ βλάπτει, αἰτιῶν κεκρυμμένων καταληπτικὸς εἶναι ὁμολογήσει. εἰ δὲ τοῦτο, καὶ ἀπ’ ἐνδείξεως τὰ βοηθήματα δυνατὸς εἶναι λαμβάνειν ὁμολογήσει.
161
Ἀδυνάτων οὖν ὄντων τῶν εἰδοποιούντων τὴν τῶν Ἐμπειρικῶν αἵρεσιν, τηρήσεως, καὶ ἱστορίας, καὶ τῆς ὁμοίου μεταβάσεως, τὴν μὲν τήρησιν ἄχρηστον ἄνευ λόγου καὶ ἀδύνατον καθ’ αὑτὸ ἐπεδείξαμεν. ἄχρηστον μὲν, ἐπειδήπερ λόγου χρεία τοῦ διακρίνοντος, ἐφ’ οἷς δεῖ συμπτώμασι τὰς θεραπείας ποιεῖν. οὐδὲ γὰρ ἐφ’ ἅπασι τοῖς προγεγενημένοις τε καὶ παροῦσι τῷ νοσοῦντι οἴονται δεῖν τηρεῖν. ἀδύνατον δ’, ὅτι πλειόνων ὄντων ταῦτα πάντα οὐκ ὄντως τυχεῖν δυνατόν ἐστιν, ἵν’ ἡ αὐτὴ γένηται συνδρομή. λέγω δὲ γένος συμπτωμάτων καὶ ἀριθμὸν τὸν αὐτὸν, καὶ μέγεθος, καὶ τάξιν, καὶ καιρὸν, καὶ τὰ ὅμοια. τὴν δὲ ἱστορίαν περιττὴν μὲν, διότι τῇ πείρᾳ ἐπικρίνει τὰ ἱστορούμενα, ἀδύνατον δὲ, διότι μήτε μεγέθη συμπτωμάτων, μήτε καιροὺς δύναται προσιστορεῖν, ὧν ἄνευ τοῦ ὠφελοῦντος κατάληψις γενήσεσθαι οὐ δύναται. τὴν δὲ τοῦ ὁμοίου μετάβασιν διαβεβλήκαμεν, δι’ ὧν ἐπεδείξαμεν, ὅτι ἐξ ἀνάγκης δεῖ αὐτὴν καταστῆσαι, ἐπὶ τὴν τῶν δυνάμεων βλαπτουσῶν ἢ ὠφελουσῶν ἐξέτασιν.