De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Κύμινον ἑψήσας πολλὰ καὶ λέπυρα ὠῶν ἐπάντλει, καὶ θαυμάσεις.

Σκόροδον καὶ θεάφην, ὕδωρ καὶ ἔλαιον σμήξας ἄμφω ἄλειφε.

Ἰτέας φύλλα τρίψας ἐπίθες καὶ τὸ αἷμα στήσεις καὶ τὰ τραύματα παρακολλᾷ καὶ ὑγιαίνει. ἢ βολβοὺς προβάτων ἅμα ἐλαίῳ λειώσας κατάπλασον.

Πήγανον καὶ σῦκον καὶ κάρυον τρίψας πότισον μετ᾿ οἴνου, ἢ τῆς νύσσης τὸ αἷμα

579
ὑγρὸν σὺν ἐλαίῳ πινόμενον σώζει τοὺς πιόντας δηλητήριον φάρμακον καὶ τοὺς ὑπὸ ἐχίδνης δηχθέντας.

Χελιδόνος νεοττιὰν λειώσας μετ᾿ ὄξους κατάχριε.

Αἰγὸς ἀφόδευμα ξηρὸν μετὰ οἴνου ἀκράτου ἐπίθες καὶ λύει τὴν φλεγμονήν.

Χοίρου ἀφόδευμα καύσας καὶ λαβὼν σποδὸν, μίξας μετὰ μέλιτος, ξυρήσας τὴν κεφαλὴν ἄλειφε καὶ ἐπίθες ἐπάνω κράμβης φύλλα.

Στύρακος καὶ κράμβης χυλοῦ συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην, ἢ δαφνελαίου καὶ οἴνου καλοῦ, ἀνὰ δραχ. γ΄. σμήξας καὶ χλιάνας ἐν λουτρῷ ἔσωθεν καὶ οἰνελαίου θερμοῦ κέρα καὶ συμπυριάσας τῷ στομάχῳ. ἄλλο. θερμῶν πυρίαν στακτὴν βρέξας, πυρία πόδας τοῦ βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε καὶ πυρίαζε. τοῦτο δὲ βῆχας ἰαθήσεται.

Ῥητίνην συντρίψας μετὰ οἴνου παλαιοῦ

580
πότισον νήστει. καὶ γλήχωνα μετ· ὀξυκράτου προεψήσας δὸς πιεῖν, ἢ βερονίκην ζυμώσας μετὰ μέλιτος δίδου φαγεῖν, ἢ ῥαφανὴν ὀπτὴν ἐσθιομένην δίδου πρωῒ καὶ ὀψὲ, ἢ βούτυρον ἄναλον καπινέτω βασιλικοῦ καρύου μέγεθος.

Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου πίνειν. ποιεῖ δὲ καὶ πρὸς πνευματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι.

Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ, τὸ ζεμάτιον λάβε τῷ πρωῒ μετὰ μέλιτος.

Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθοις καὶ δίδου τρίτον καὶ εὐθέως λαλήσει.

Τεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχου μίξας κατάχριε τὰς τρίχας, ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου

581
ὀμφακίνου ἢ μυρσίνου ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ, λειώσας ἄμφω, ποίει πάχος μέλιτος καὶ ἐπίχριε τὴν κεφαλὴν ἐν βαλανίῳ. βέλτιόν ἐστι καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ἕβδομον μέρος λαδάνῳ ἐπίβαλλε καὶ χρῖε.

Γλήχωνι συνεψείσθωσαν πίτυρα ἔξ ἀλεύρων καὶ σακκελίσας τὸν ζωμὸν καὶ σπόγγῳ τοῦτο βρέξας, πυριαζέσθω οὕτως.