De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα καὶ ἀναγαργαρίσματα δι᾿ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀποχεομένου καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ

493
νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν σταφυλὴν, καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ αὐτὰ καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρηγοροῦντα καὶ τὴν ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ καταπλάσματα ἐπιτήδεια.

Ὑσσώπου ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας δηλονότι καὶ φακήν. [Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε.] Γλυκυῤῥίζης χυλὸν πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου γο. α΄. γλυκυῤῥίζης χυλοῦ γο. β΄. τραγακάνθης βεβρεγμένης γο. β΄. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει.

Χολὴν αἰγείαν πρόσφατον ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ

494
χλιάνας ἐν φλοιῷ κρομμύου ἐπίσταζον εἰς τὸ οὖς· καὶ γὰρ καὶ τοὺς μηδ᾿ ὅλως ἀκούοντας ποιεῖ ἀκούειν. ἄλλο. συὸς ἡμέρου χολὴν ἴσα μέλιτι ἀκάπνῳ ἑνώσας χλιαρὸν ἐγχωμάτισον· ἢ σκίλλης χυλὸν καὶ ῥόδινον μίξας χρῶ. ἄλλο. ὀρόβου χυλὸν ἔνσταζον, ἐπίθες στυππίῳ μετὰ ῥοδίνου.

Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον.

Κύμινον μετὰ μέλιτος δίδου φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον μετὰ οἴνου κύλικος ἑνός.

Ὀρίγανον μετὰ ὕδατος ἑψήσας

495
δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς.

Ἀρσενικοῦ σχιστοῦ γο. γ΄. σφέτλης δρυΐνης γο. δ΄. λειώσας πάντα ὁμοῦ ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθόρου τοὺς τόπους ἐπίπασον.

Ῥίζαν σιλφίου κόψας καὶ λειώσας κατάπλασον. [Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.] Μαστίχης γο. α΄. λιβάνου γο. β΄. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ γο. γ΄. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δ΄. ὁμοῦ λειώσας ἐπίπασον τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοίνου, ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν.

496

Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι.

Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.

Ἀριστολοχίας τρίψας μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε· ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.

Μυελὸν αἴγειον περίχριε καὶ ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ 

497
θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε. [Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις· ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν.] Ἰοῦ ξυστοῦ γο. δ΄. ἀμμωνιακοῦ γο. δ΄. ψιμυθίου γο. β΄. κόμμεως γο. α΄. τὸ δὲ ὑγρὸν ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκαθαρισμένων καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσπλεξον καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείραται γάρ.

Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ.

Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς.

498

Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν.

Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.

Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει.

Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ ψίχια ὀξυκράτῳ χρῶ.

499

Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.

Ἀκακίαν σὺν οἴνῳ χρῖε. [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.