De remediis parabilibus

Pseudo-Galen

Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 14. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1827.

Προοίμιον. Ἐπειδὴ μὲν ἠξίωσας ὡς περὶ εὐπορίστων σοι γράφειν, ὦ Σόλων τιμιώτατε, χαρίζεσθαί σοι νενόμικα τά μοι διὰ τῆς πείρας ἐγνωσμένα γράφειν τε καί σοι ἐπιστέλλειν, ἀπὸ τῶν τριχῶν πρὸς τὰς πόδας προβαίνων, ὅπως ἄνθρωπος ῥᾳδίως αὐτὰ προσλαμβάνειν δύνηται. ἀρχόμεθα μὲν οὖν πρῶτον ἀπὸ τῶν τριχῶν.

[Περὶ εὐπορίστων τῶν ταῖς ἔξωθεν τῆς κεφαλῆς διαθέσεσι θεραπευομέναις προσηκόντων.] [Περὶ βαμμάτων τῶν τριχῶν.] Καταχρίσεις τῶν τριχῶν, ὡς

391
αἱ πολιαὶ μελάνοχροι γένηται. σκορίαν σιδηροῦ καὶ μόλυβδον ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ ἐπιχρίου, ἐλαίου ἀπεχόμενος τῶν τριχῶν ἅπτεσθαι. ἄλλο. καππάρεως ῥίζα λεία σὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας καὶ χρῶ. τοῦτο φύλαττε, τελέως γὰρ τὰς τῆς κεφαλῆς τρίχας μελαίνει. ἄλλο. χολὴν τῆς χελώνης θαλασσίας διαλύσας σὺν ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε. ἄλλο. ἀπὸ καρύας τὰ ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μίξον καὶ κατάχριε. ἄλλο. μόλυβδον σὺν ἐλαίῳ ἐν τῷ ἀγγείῳ ἀπολαβὼν αὐτῷ τὰς τρίχας κατάχριε. ἄλλο. χερσαῖον ἔχινον κατακαύσας καὶ σὺν ἐλαίῳ διαλύσας τὰς τρίχας κατάχριε καὶ ἔα διὰ τῆς ὅλης νυκτός. ἄλλο. προφυλακτικὸν ὥστε μὴ γενέσθαι πολιάς. κολοκυνθίδα ἀγρίαν τρυπήσας κάθαρον τὰ ἔσω εὖ μάλα. εἶτα πλήρωσον αὐτὴν ἐλαίου δαφνίνου καὶ πρόβαλλε ὑοσκυάμου λευκοῦ σπέρματος μὴ τρίψας· καὶ ἄφες αὐτὸ μίαν ἡμέραν, καὶ ἄλειφε χρησίμως ἅπαξ τοῦ ἐνιαυτοῦ. πρὸς τὸ λευκὰς ποιῆσαι τρίχας. χελιδόνος κόπρον τρίψας σὺν χολῇ ταυρείᾳ μίσγε, καὶ γίνονται
392
λευκαί. ἄλλο. φλόμου λευκῆς τὸ ἄνθος καύσας ὄξει σβέσον καὶ συμμίξας καὶ σμήγματι χρῶ. πρὸς τὸ πυῤῥὰς ποιῆσαι τρίχας. τὴν στυπτηρίαν ἐν ὕδατι ἑψήσας καὶ διάβρεχε δυοῖν ἡμερῶν τὰς τρίχας, καὶ μετὰ τοῦτο διάκλυζε σὺν ὕδατι, ἐν ᾧ τρυγίας κεκαυμένος διαλελυμένος ᾖ. ἄλλο. ἑψήματι τῶν θερμῶν πικρῶν τὰς τρίχας διάβρεχε, ἢ αὐτοὺς θερμοὺς πικροὺς τρίψας καὶ διαμίξας σὺν ὕδατι κατάχριε. ἄλλο. τρυγίαν οἴνου παλαιοῦ κεκαυμένην καὶ σὺν ἐλαίῳ βαλανίνῳ λειουμένην συμμίξας πρὸς τῆς κηρωτῆς πάχος καὶ τρίχας σύγχριε, ὅταν μέλλῃς καθεύδειν. ἄλλο. κύπρου φύλλα λεῖα τῷ στρουθίου χυλῷ ἐπίβρεχε καὶ χρῶ τούτῳ ἀποβρέγματι. ἄλλο. ἐρυθρόδανον, στοιχάδα κιτριοειδῆ, πολύτριχον, ἀψίνθιον καὶ θερμοὺς ἐς τὸ ὕδωρ κατάβαλλε, ἀναθήσας ἐν τῷ ἀγγείῳ ὑαλίνῳ, καὶ ἄφησον ἡμερῶν ἐννέα, ἀνακινέων δὶς ἐν ἡμέρᾳ· τῷ δὲ χρήσεως χρόνῳ ἀπολαβὼν τὸ προειρημένου ὕδατος ἱκανὸν, ἐπιβάλλων εἰς τὸ τοῦτο σπογγίαν καὶ τὴν ἀφήσας τὸ ὕδωρ ἐναποληψομένην· καὶ ὅταν ἐξηρανθεῖσαι τρίχες ὦσιν αἱ τούτῳ ὕδατι προκαταβραχεῖσαι, αὐτὰς μετὰ τοῦ θερμοῦ ὕδατος καὶ σάπωνος ἔκκλυζε.
393
[β΄. Περὶ ῥεουσῶν τριχῶν.] Πρὸς ῥύσιν τριχῶν τὴν πτελέας ῥίζαν τε καὶ φύλλων δράγμα α΄. ἐναποβρέξας τοῖς ὕδατος κυάθοις δ΄. κατάχριε καὶ μετὰ τοῦτο τῷ ἐλαίῳ σύγχριε. ἄλλο. ἀκτὴν καύσας καὶ μετὰ κηρωτῆς ὑγροτάτης μίξας χρῖε. ἄλλο. ἀλόην μίξας σὺν οἴνῳ αὐστηρῷ μέλανι ἐπίχριε. ἄλλο. σμύρναν καὶ λάδανον σὺν οἴνῳ ἢ ἐλαίῳ μυρσίνῳ κατάχριε. ἄλλο. λαβὼν μελίσσας τὰς πλείστας καὶ συγκαύσας καὶ μίξας ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε, φυλάττων ἵνα μὴ τὰ πέριξ καταχρίῃς. ἄλλο. μελάνθιον καύσας καὶ μετὰ ὕδατος τρίψας καὶ μίξας κατάπλαττε· μάλιστα δὲ τοῦτο τοῖς ὀφρύσιν συμφέρει. [γ΄. Πρὸς τὰς ἐκ νόσου ἀποῤῥεούσας τοῖς ἀναλαμβανομένοις τρίχας.] Λάδανον σὺν οἴνῳ καὶ ἐλαίῳ ῥοδίνῳ ἑψήσας πρὸς τῆς κηρωτῆς πάχος καὶ κατάχριε. ἄλλο. ῥίζαν τῆς μορέας φλοισθεῖσαν σύγκαιε καὶ ἕψε, ὡς εἴρηται. ἄλλο. τὸ ψυλλίου σπέρμα τρίψας τίθετι ἐν τῇ κονίᾳ καὶ τὴν κεφαλὴν σύγκλυζε. ἄλλο. ᾦ ἐν τῷ ἀπὸ τοῦ πυρὸς περικεκαυμένῳ τόπῳ αἱ γίγνωνται τρίχες. φύλλα τῆς συκέας τριβέσθωσαν
394
καὶ εἰς ἄλευρον στρεφέσθωσαν καὶ τόπῳ ἐπιτιθέσθωσαν. [δ΄. Ψίλωθρα.] Ἐγκέφαλον νυκτερίδος τρίψας μετὰ γάλακτος γυναικείου καὶ ἐπίχριε. ἄλλο. χολὴν θύννου κισσοῦ τοῦ δακρύου ἢ κόμμεως καὶ κατάχριε. ἄλλο. λαβὼν τὸ αἷμα λαγωοῦ θαλαττίου νεογενὲς ἐπιτίθετι. ἄλλο. αἷμα τοῦ ἐλάφου συμμίξας ὄξει καὶ ἐπίχριε. ἄλλο. τὸ κνήδης ἀγριοστέρας σπέρμα λαβὼν, σὺν ἐλαίῳ τρίψας καὶ αὐτῷ τὸν τόπον τρῖβε. ἄλλο. νυκτερίδας πλείστας ζωὰς τίθετι ἐν ἀσφάλτῳ καὶ ἔασας ὡς σήπωνται καὶ τόπον ὁντιναοῦ κατάχριε. [ε΄. Πρὸς ἀλωπεκίας.] Μύα καύσας καὶ λεῖον ἀρκτείῳ στέατι μίξας κατάχριε, προανατρίβων κρομμύῳ λευκῷ τὸν τόπον. ἄλλο. κανθαρίδας κατακαύσας καὶ τρίψας, κόνιτρον τῷ μέλιτι ἀναλαβὼν, κατάχριε. ἄλλο. τοῖς φύλλοις συκίνοις τρῖψον ἀκριβῶς, ἔπειτα χρῖε σὺν τῷ ἀρκτείῳ στέατι. ἄλλο. ἀφρὸν θαλάσσης συγκαύσας καὶ τρίψας καὶ συμμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βατράχιον τὸ μακροσκελές 
395
κατακαύσας καὶ λεῖον μετὰ πίσσης ὑγρᾶς καὶ προανατρίβων τὸν τόπον αὐτὸν κατάχριε. ἄλλο. ἵππου ποταμίου τὸ δέρμα συγκαύσας κατάχριε. τὸν τόπον. ἄλλο. τῷ αἵματι χελώνης θαλασσίας τὸν τόπον κατάχριε. ἄλλο. λαβὼν μυόχοδον καὶ τρίψας καὶ συμμίξας τῷ ὄξει πρὸς τῷ μέλιτος πάχος καὶ προανατρίβων τὸν τόπον κατάχριε. ἄλλο. ἀσφόδελον τρίψας καὶ μίξας τῷ ὄξει ἢ τῷ οἴνῳ, καὶ προξυρεύσας, τόπον τρῖβε τοῖς συκέας φύλλοις ἢ τῷ πανίῳ ὑφάσματι τραχεῖ καὶ κατάχριε. ἄλλο. ῥίζαν καλάμου καύσας καὶ μίξας τῷ ἀρκτείῳ στέατι καὶ κατάχριε. ἄλλο. τιθύμαλλον τρίψας κατάχριε τὸν τόπον. [στ΄. Περὶ πιτυριάσεως.] Κιμωλίαν προβρέξας ὕδατι, μῖξον χυλὸν τεύτλου καὶ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· εἶτα ἀποπλύνας λεῖον λιβανωτὸν σὺν οἴνῳ καὶ ἐλαίῳ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· τῇ ὑστεραίᾳ ἡμέρᾳ σταφίδα ἀγρίαν βοτάνην σὺν ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν νίτρου καὶ τρυγὸς οἴνου καὶ μυροβαλάνων, ἀνὰ λίτραν α΄. βοτάνης σταφίδος ἀγρίας λίτραν α΄. καὶ (S"). μίξας ἐλαίῳ
396
παλαιῷ κατάχριε. ἄλλο. πρὸς δὲ τὰς ὑγροτέρας πιτυριάσεις ἅλμῃ ἀπόκλυζε, ἢ θερμῶν ἀποβρέγματι· πεπείραται γάρ. ἄλλο. τῷ τῆς ἀνδράχνης χυλῷ τὴν κεφαλὴν ἀπόκλυζε. ἄλλο. κατάχριε τὴν κεφαλὴν χυλῷ τεύτλου ἑψηθέντι, ἢ ὠμῷ τῷ μέλιτι μεμιγμένῳ. ἄλλο. κιμωλίαν μίξας τῷ τήλεως ἑψήματι κατάπλασσε. ἄλλο. σικύου ἀγρίου ῥίζαν ἑψήσας τῷ ἀφεψήματι χρῶ. ἄλλο. σκίλλαν ὀπτήσας καὶ ὅταν μαλακὴ γένηται, ἐκπιάσας τὸν χυλὸν, καὶ μίξας ἐλαίῳ, κατάχριε. [ζ΄. Πρὸς ψυδράκια καὶ ἐξανθήματα γιγνόμενα ἐν τῇ κεφαλῇ.] Ψυδράκιά εἰσι μικραὶ τῆς κεφαλῆς ὑπεροχαὶ φλυκτίσιν ὅμοιαι, ὑπερκείμεναι τῆς ἐπιφανείας. τὰ δὲ ἐξανθήματα κατὰ τὴν ἐπιφάνειαν ἐπιπόλαιαι ἑλκώσεις ὑπέρυθροι καὶ τραχεῖαι. ἀμφότερα δὲ θεραπεύονται δυνάμεσι ταῖς ὑποτεταγμέναις. πρῶτον λαβὼν τὸ λείωμα καὶ προσβαλὼν ἐν τῷ οἴνῳ καὶ ᾧ κηρωτὴν προστιθέντι. ἄλλο. ποίει κηρωτὴν ἐκ κύπου καὶ τοῦ ψιμυθίου καὶ κατάχριε. ἄλλο. προσλαμβάνων ἀμύλου, ψιμυθίου, στυπτηρίας, πηγάνου
397
φύλλων χλωρῶν ἀνὰ δραχ. δ΄. σὺν ὄξει μίξας καὶ ἐλαίῳ μυρσίνῳ κατάχριε. ἄλλο. προσλάμβανε λιθαργύρου, ψιμυθίου ἀνὰ δραχ. αβ΄. θείου ἀπύρου δραχ. η΄. ἐλαίῳ μυρσίνῳ ἀναλάμβανε καὶ κατάχριε. [η΄. Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχὼρ πάθος ἐστὶν ἐν τῇ κεφαλῇ γινόμενον, τὸ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα κατατήρον, δι᾿ ὧν ἰχὼρ ἀποδίδοται γλίσχρος. ὅμοιον δὲ αὐτῷ πάθος κηρίον, ἀλλὰ τὰς κατατρήσεις ἔχει μείζονας ὑγρότητος μελιτώδους περιεκτικάς. οὕτω δὲ θεραπεύονται. ξυρήσας τὰς τρίχας πυρία δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονάκις ὕδατι θερμῷ ἐναφηψημένης μυρσίνης ἢ βάτου ἢ φακοῦ ἢ πικρῶν θερμῶν ἢ ἀσπαράγου ῥίζης· ὅταν δὲ πλείονες ἰχῶρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ᾿ ὕδατος, ἢ φακῷ ἐν ὕδατι ἑψηθέντι. συμφέρει δὲ τὴν κεφαλὴν τῷ θείῳ τε καὶ περδικιάδος καὶ σάπωνι προχρίειν. λαβὼν λιθαργύρου δραχ. ιστ΄. πηγάνου φύλλων δραχ. η΄. σταφίδος ἀγρίας δραχ. δ΄. χαλκάνθου δραχ. β΄. ὄξει καὶ μυρσίνῳ ἐλαίῳ ἀναλάμβανε.
398

[Περὶ τῶν τῆς κεφαλῆς παθῶν.] [α΄. Περὶ τρυμοῦ τῆς κεφαλῆς.] Στοιχάδα δίδου πίνειν σὺν ὕδατι. ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρμα δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν. [β΄. Περὶ κεφαλαλγίας.] Κέρας ἐλάφου καύσας καὶ τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥοδίνῳ μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμικρανίαν. ἄλλο. στύρακα τὴν ὑργὰν μίξας ἐλαίῳ παράπλεκε. ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψήσας τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέρους καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ

399
κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ. [γ΄. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγήματα.] Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλήχωνος καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον διαλύσας ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτάφους. ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀναλύσας χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίουσαι. ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι. ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε. ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύσας τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους, τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ· 
400
ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο. εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ᾿ ὄξους κατάχριε τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν τῆς θύρας τοῦ πάσχοντος. σὺ δ᾿ ἐπιβάλλων ὄξος τρῖβε ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος, καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δάκρυον κισσοῦ, μετ᾿ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύνην παύει. [δ΄. Πρὸς ἑτεροκράνιον.] Ἀκακίαν λαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κεφαλῆς καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ᾿ ἡλίου παύει. [ε΄. Πρὸς ἐπιληπτικοὺς πότημα.] Ἰκτῖνον καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιάσεις. ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι᾿
401
ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρῦξον καὶ λάμβανε ἀπ᾿ αὐτῆς ὅσον κοχλιάρια β΄. καὶ πότιζε καθ᾿ ἡμέραν, καὶ ἀπαλλαγήσεται τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν. ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι᾿ ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυπτίου, μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ διδομένη ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας χυλὸν δίδου ἐπὶ ἡμέρας λ΄. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο. γαλῆς αἷμα κατάξηρον δίδου δι᾿ ὕδατος. τοῦτο δὲ ποίει, ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν |ὅθ᾿ ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γαλῆν δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ. ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύμελι σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή.
402
[στ΄. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς.] Τιθύμαλλον τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δίδου ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμφέρει τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι. [ζ΄. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.] Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ τῷ πάθει. [η΄. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν οἱ ἐπιληπτικοί.] Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ. [θ΄. Ἀστροπλήκτων θεραπεία.] Ὄνου οὖρον κατάχεε αὐτοῖς καὶ θεραπεύονται. [ι΄. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παραχρῆμα.] Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι. [ια΄. Καθαρτικὸν διὰ μυκτήρων.] Ἀναγαλλίδος τῆς
403
τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευκοῦ ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρομέλιτος καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο. σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει.

[Πρὸς τὰ ὤτων πάθη] [α΄. Πρὸς τὰς διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις.] Ἐγκλύσας οἴνῳ κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν λεπυρίαις. [β΄. Πρὸς φλεγμονὰς καὶ πόνους.] Σκορόδου τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται. [γ΄. Πρὸς περιωδυνίαν,] Ἧπαρ χήνειον τεταριχευμένον τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐντίθει. [δ΄. Πρὸς ὦτα πυοῤῥοοῦντα.] Στυπτηρίαν ὑγρὰν ἀνεὶς ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε.

404
[ε΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Πράσου χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε. [στ΄. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας.] Στυπτηρίαν σχιστὴν μετ᾿ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέλιτος πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου. [ζ΄. Πρὸς ἤχους καὶ περιωδυνίας.] Κεδρίαν μέλιτι μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος, ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνειμένον ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ ῥοδίνου θερμαίνων ἔνσταζε. [η΄. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας.] Ἔρια οἰσυπηρὰ περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλιτος χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύπρου 
405
ἢ βάτου. τούτων τὸν χυλὸν κατ᾿ ἰδίαν ἑκάστου ἢ καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ. [θ΄. Πρὸς πόνους χωρὶς ἑλκώσεως.] Θεῖον ἄπυρον ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γάλακτι ἔνσταζε. [ι΄. Πρὸς δυσηκοοῦντας.] Ἀψίνθιον ἀφέψων διὰ ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι. [ια΄. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς.] Αἰγὸς νεωστὶ ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς καπνὸν ἐπὶ ἡμέρας θ΄. καὶ χρῶ. [ιβ΄. Πρὸς τοὺς ἐκ βάθους ἤχους.] Ὄξος καὶ ῥόδινον, πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ. [ιγ΄. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε.
406
[ιδ΄. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα.] Ὄξος καὶ μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ. [ιε΄. Πρὸς περιωδυνίας.] Εὐθύπαστον ἐλαίῳ στέαρ ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευρώδη μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις. [ιστ΄. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς.] Ἀσφοδέλου ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν ἡμέραις μ΄. καὶ χρῶ. [ιζ΄. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα.] Σαύρας τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυμάτιζε καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται. [ιη΄. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς ἀκοάς.] Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγχυμάτιζε. ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώνης, στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λειώσας ἐγχυμάτιζε.
407
[ιθ΄. Πρὸς τὸ ῥύπον ἐξελεῖν.] Κροκίδα βρέξας μυροβαλάνῳ ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου. ἄλλο. νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ κλύσον ὑδρελαίῳ θερμῷ. [κ΄. Πρὸς ὠταλγίαν.] Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ ὄξους ἔνσταζε. [κα΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Νίτρον μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβορον λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ᾿ ὄξους ἐγχυμάτιζε. [κβ΄. Πρὸς τὰ χρόνια.] Λύκιον καὶ μέλι ἴσα μίξας χρῶ. [κγ΄. Πρὸς φλεγμαίνοντα.] Σκωδειῶν κελύφη κόψας εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ κεκραμένῳ κατάπλασσε.
408
[κδ΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Μυελὸν μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρίψας ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε. [κε΄. Πρὸς χοιράδας καὶ παρωτίδας.] Χοιράδας κοινῇ μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι· ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυμέλιτι κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμμίξας κατάπλασσε.

[Εὐπόριστα φάρμακα πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] [α΄. Πρὸς ὀφθαλμίαν ἀρχομένην.] Χυλὸν ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστερᾶς αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· παλαιὸς μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ.

409
ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει. ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπιτίθετι. ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ. [β΄. Πρὸς ὄνυχα.] Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπιπολῆς, ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος α΄. οἴνου μέρει γ΄. μέλιτος μέρει στ΄. λειοῦται ὁ κρόκος σὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ 
410
δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ. [γ΄. Πρὸς ὑπώπια.] Σίνηπι λεῖαν κηρωτῇ ἀναλαβὼν ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σίκυος ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι. [δ΄. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα.] Ὕσσωπον τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμένον συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπιτίθετι ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ βοείᾳ ἐπιτίθετι. [ε΄. Πρὸς τὰ πτερύγια.] Τὸ πτερύγιον νευρώδης ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται·
411
τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἄμα χορείᾳ χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος α΄. κόμμεως Ἀραβικοῦ μέρος (S"). οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε. [στ΄. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.] Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυπτικά τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν
412
ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτορος. ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τήσας καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμένον γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσόμενος ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέοντος μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμωνιακὸν μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν· ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν καταβρεχέτω. [ζ΄. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.] Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο. χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε.
413
[η΄. Περὶ κριθῆς.] Τῷ ὕδατι ἀφεψήματος τῆς κριθῆς πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο. μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. [θ΄. Πρὸς μαδάρωσιν.] Μαδάρωσις καὶ μίλφωσις τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις. προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων δραχ. γ΄. στάχυος δραχ. β΄. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πεπέρεως ἀνὰ δραχ. α΄. ναρδοστάχυος δραχ. γ΄. [ι΄. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.] Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε. [ια΄. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώγωνος.] Ὑοσκυάμου δραχ. β΄. μυοκόου δραχ. α΄. πολυτρίχου δραχ. β΄. ἐλαίου ἰρίνου κυάθους δ΄. τρίψας καὶ διαμίξας ἐλαίῳ καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρίψας καὶ ποίει ὁμοίως.
414
[ιβ΄. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν.] Ὀρίγανον συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο. σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τόπον κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμελαίας ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κατάχριε. [ιγ΄. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς κόρας.] Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν. [ιδ΄. Πρὸς ὑποχύματα.] Θηριακὴν τὴν ἐξ ἔχεων παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτίθετι. συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σαγαπηνοῦ καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου. [ιε΄. Πρὸς τοὺς αἰγίλωπας.] Ὁ μὲν αἰγίλωψ ἀπόστημά ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ 
415
εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀνχίλωψ καλῶ. ποιεῖ καὶ γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα· συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστράκων λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην. ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατάπλασμα ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπίθες. ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κράνιον ἀνθρώπινον τρίψας ἐπιτίθετι. [ισ΄. Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγου καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ γὰρ ὁ δωδεκάκις καταχρισθείς. [ιζ΄. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας.] Θαλάσσῳ τῷ ὕδατι χλιαρῷ πυρία.

[Πρὸς τὰ μυκτήρων πάθη εὐπόριστα.] [α΄. Πρὸς πολύποδας καὶ ὀζαίνας.] Χάλκανθον τρίψας σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων δραχ. ιστ΄. χολῆς ταύρου, ἀμώμου,

416
σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ δραχ. η΄. κρόκου δραχ. β΄. ἐλλεβόρου λευκοῦ δραχ. β΄. χρῶ ξηρῷ. [β΄. Πρὸς δυσωδίαν μυκτήρων.] Ἀμώμου, σμύρνης, κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρισις σὺν ἡδυχρόῳ μαλάγματι. [γ΄. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Λιθαργύρου δραχ. δ΄. πηγάνου νεαροῦ δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐλαίῳ μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου δραχ. α΄. λιθαργύρου δραχ. γ΄. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμένου δραχ. γ΄. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ. [δ΄. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων.] Ἀγρώστεως ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε. [ε΄. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Κέλυφος ὠοῦ συγκαύσας καὶ λαβὼν μέρος α΄. καὶ κηκίδος μέρος ἥμισυ καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε.
417
ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο. σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ᾿ ἴξιν τῆς ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι. [στ΄. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ ὀζαίνας.] Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας· καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ᾿ ὕδατος, πάχος ποιῶν μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ μέλιτος παράπτου. [ζ΄. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς.] Στέαρ χήνειον χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας. [η΄. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη.] Μόλιβδον λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ
418
ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ μέλιτος χρῶ. [θ΄. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι.] Ἡδύοσμον ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς μυκτῆρας. [ι΄. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦντας.] πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν. [ια΄. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν.] Πυρίον ἐντίθει ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυγὲς καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο. ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυγόνου
419
χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο. πήγανον τρίψας λεῖον μετ᾿ ὄξους κατάπλασσε καὶ ἐπιθυμία· δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπουλεῖν τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσπιέζειν δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκροποσθίαν ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κεφαλῇ προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποιοῦσι δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν. [ιβ΄. Πρὸς τοὺς ῥέγχοντας.] Ἄνηθον ὑποτίθει ὑπὸ τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς ἐκ σκιμπόδων ἐξαλλομένους. [ιγ΄. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους.] 
420
Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ | τερεβινθίνῃ κατάπλασσε καὶ ἔασον ἡμέρας ε΄. καὶ οὕτως λύσας κατακέντησον τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κηρωτῆς ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον μετ᾿ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ᾿ ἑαυτὸ κατάπλασσε. ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε.

[α΄. Πρὸς ἀλφοὺς καὶ ἔφηλιν καὶ φακοὺς καὶ τὰ τοιαῦτα προσώπου πάθη.] Σικύου ἀγρίου ῥίζης χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο. ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβήσας. ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλατήριον λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος, κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέλιτος χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας

421
αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε. ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο. ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ ἐννυκτέρευε· πρωῒ δι᾿ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατάχριε. ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον. [β΄. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν.] Ἀλκυόνιον καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀροβίνῳ καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο. ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατάπλασσε.
422
ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ᾿ ὀρνιθείου στέατος ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ᾿ ὄξους λείαν κατάχριε, ἀφίστησι λεπίδας. [γ΄. Πρὸς ἔφηλιν καὶ φακούς.] Σμύρναν καὶ κρόκον μεθ᾿ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λειάνας μετὰ μέλιτος χρῶ. [δ΄. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.] Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι᾿ ὕδατος τρῖψον λεῖον κατάπλασσε. [ε΄. Στίλβον ποιοῦν τὸ πρόσωπον.] Ὀρόβους οἴνῳ εὐώδει λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέλιτος πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε. ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔχρουν ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμενος ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆσαι
423
ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσωπον καὶ ἔα δι᾿ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προεκνιτρώσας τὸ σῶμα. [στ΄. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι.] Βολβὸν λευκὸν λεῖον μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλεγμονῆς, γῆν μέλαιναν τρίψας δι᾿ ὕδατος κατάχριε. ἄλλο. ἀλκυόνιον μετὰ νάρδου Κελτικῆς λείοις ἅμα. [ζ΄. Πρὸς φύγεθλον καὶ φακούς.] Δρακοντίου ῥίζαν σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πενταφύλλου σπέρμα. [η΄. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον.] Ἐρυθρόδανον τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλβὸν πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν
424
κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης ἀνὰ δραχ. β΄. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ, εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ.

[Πρὸς τὰ κατὰ στόμα πάθη καὶ πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα.] Κηκίδα ὀμφακίνην λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ καὶ μέλιτι καὶ ἐπίχριε. [β΄. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις.] Ἐνάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ, μαστίχης γένηται ἔνχρισις. [γ΄. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα.] Ἶριν ἀποβρέξας οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ διακλύζου ἐπ᾿ ὀλίγον. [δ΄. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.] Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν 

425
ποιήσαντες μεθ᾿ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ ὀπτῷ μετ᾿ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέλιτος. τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καίουσι καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται, ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται. καὶ ὕδατι διακλύζονται. τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι. [ε΄. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.] Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ πρὸς ταῦτα καὶ τὸ ὀμφάκινον κατ᾿ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω. [στ΄. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος.] Συγκλύζηται τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν
426
καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ ἑψήματος τῆς βάτου ἢ ῥόδων. [ζ΄. Πρὸς τὰ τοῦ στόματος ἕλκη.] Κηκίδα ἐν τῷ οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων.

[α΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ λειώσαντες χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς. ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας

427
καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο. γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ. ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ. [β΄. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον ἢ πολίου ῥίζαν λειώσας κατάχριε. [γ΄. Πρὸς κινουμένους ὀδόντας.] Ὄνου χηλήνιον καύσας τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι, παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαιλέων μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ
428
σμύρναν μετ᾿ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου διακλύζεσθαι. ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴνου καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες, κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο. μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθήμερον τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα διαμασηθεῖσα παύει τὸν πόνον. [δ΄. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρμα ὑποθυμιασθὲν ἄπονον ποιεῖ. [ε΄. Πρὸς εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ᾿ ἁλὸς
429
διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται. [στ΄. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς τοὺς δὲ βεβρωμένους ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει δὲ καὶ πάντα τρόπον ἐπιχριομένη. [ζ΄. Πρὸς κινουμένους ὀδόντας.] Τὸ τῆς χελώνης αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυόνιον Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν κίνησιν. 
430
[η΄. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.] Κοράλλιον ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον. [θ΄. Πρὸς αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω| τὴν ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαιωθεῖσα διαχριομένη πάνυ ποιεῖ. [ι΄. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας.] Περιπλάσας ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν σαύρας αἵματι, καὶ ἐκπεσεῖται. [ια΄. Ὥστε αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ. ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι
431
καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντίθει ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηράνας ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ μετ᾿ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παραχρῆμα πεσεῖται. [ιβ΄. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς ξανθοῦ βοτάνης ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει τοῖς δακτύλοις. [ιγ΄. Ὥστε τοῖς δακτύλοις αἴρειν.] Κολοκυνθίδας ἀγρίας κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπόβαπτε εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε·
432
καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα ἐπιλαμβανόμενος τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ. ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. [ιδ΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, σηπίας ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο καλόν. κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ. [ιε΄. Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον. χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.

[Πρὸς τὰ τῶν οὔλων πάθη.] [α΄. Πρὸς διαβεβρωμένα οὔλη.] Ῥόδων ἄνθους δραχ. η΄. κηκίδων δραχ. δ΄. σμύρνης δραχ. β΄. καὶ μίξας πρόσθες. ἄλλο. γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφεψήματι

433
στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε. ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές. [β΄. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα.] Ὠφελεῖ ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη. ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ, ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλκανθος ὀπτὴ, κύτινοι. [γ΄. Πρὸς παρουλίδας.] Ἀφεψήματι φύλλων ἐλαίας διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα ἐλαίας καὶ κηκίδα. [δ΄. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά.] Ποιεῖ τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει καὶ ἀπολευκαίνει. [ε΄. Πρὸς αἱμασσόμενα οὖλα.] Ποιεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν
434
ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στόματι. ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας ὁμοίως χρῶ.

[Πρὸς κιονίδας.] Κηκίδα λείαν καθ᾿ αὑτὴν προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿ ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο. βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς. [Καυστικὸν κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν 

435
ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς. [Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν
436
μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα, σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας τρίψας σὺν μέλιτι κατάπλασσε.

[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ.

437
[Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε
438
ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει, ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς. ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε· ἀπαράβατόν ἐστιν.

[Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.] [α΄. Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.] Βολβοὺς δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου καὶ σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον κοχλιάρια β΄. ἢ γ΄. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ κ΄. σπέρματος λίνου κεκαυμένου δραχ. δ΄. τραγακάνθης τῆς ἐν ὕδατι βεβρεγμένης δραχ. β΄. στροβίλους λ΄. τῷ μέλιτι ἀναλαβὼν χρῶ. ἄλλο. τοῦ γλήχωνος δραχ. δ΄. σπέρματος λίνου,

439
πεπέρεως, καλαμίνθης ἀνὰ δραχ. β΄. πετροσελίνου δραχ. α΄. μέλιτος λίτρ. α΄. [β΄. Πρὸς τοὺς ἤδη πνιγομένους.] Ἀνθρωπείαν κόπρον εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς ἅκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει· δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης. [γ΄. Πρὸς τὰς τῶν παίδων ἐσχάρας.] Τὰς ἐν τῷ φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει. [δ΄. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου ἐκβαλεῖν.] Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον 
440
ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται γὰρ τὸ καταποθὲν καὶ πνῖγον. [ε΄. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαργαριζέσθω θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρηναϊκοῦ τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν θερμόν. ἢ χυλὸν ἀναγαλλίδος πότιζε ἢ ὄξος μετὰ θύμου δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι.

[Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν πάθη καὶ πρῶτον πρὸς κατάῤῥους.] Τυρὸς παλαιὸς λαμβανόμενος ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ παλαιῷ διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου. [Πρὸς βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν. [Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.] Πητυὰν καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυκοῦργον

441
τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο. σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν. [Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου δεσμίδιον μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο. πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο. σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ οἴνου κυάθων β΄. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γ΄. [Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε εἰς ὄξος καὶ δίδου ῥοφεῖν. [Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.] Στύρακος, μαστίχης, πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης δραχ. στ΄. ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων.
442
[Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν. [Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς κατὰ τὸν δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν. ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄. [Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης τὸ ἐντὸς μετὰ ὀξυμέλιτος. [Πρὸς αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο. Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ, ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς
443
αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης ὑπὸ τὴν γλῶσσαν κατεχόμενος. [Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦντας.] Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν. [Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε. [Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμμεως τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν
444
κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς. [Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου καλάμῳ ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια γ΄. μετὰ μέλιτος κυάθων γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας δὸς πάλιν πιεῖν. [Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώμεθα τῷ ταρίχῳ μετ᾿ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέχοντες αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς 
445
ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέντων ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς καὶ βήσσοντας ποιεῖ καλῶς. [Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν.] Ποιεῖ καὶ γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη.

[α΄. Πρὸς πλευριτικούς.] Φλοιοῦ ῥίζης δίδου πίνειν. κυμίνου ἐπὶ τὰ ὄψα ἐπίπασον ὕδατι καὶ δὸς πιεῖν. ἄλλο. πηγάνου κλωνία ε΄. δίδου λειάνας καθ᾿ ἡμέραν. ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου. τριφύλλου σπέρμα πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως. [β΄. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ ὀδύνη διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόνδριον κάτω, καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς μελίκρατον καὶ τὸν πτισάνης ἢ τοῦ χόνδρου χυλόν· παρακμάσαντος

446
δὲ τοῦ πάθους, ἐμβλητέον τοῖς χυλοῖς καλαμίνθην ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν μέλιτι. πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν παρηγορητέον, ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ |διὰ ἐρίου οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθεμέναις. περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν ἑβδόμην καὶ τῇ πηγανερᾷ ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα τόπων. καὶ βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοσπέρμου καὶ ἀμύλου. [γ΄. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον, κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα. διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον.

[Πρὸς τὰ μαστῶν πάθη.] [α΄. Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.] Λαβὼν γῆν γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ

447
ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄. [β΄. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη.] Κωνείῳ κατάπλασσε καρυϊστίῳ. [γ΄. Μαστοὺς μείζονας μὴ γίνεσθαι.] Χοῖρον ἐκτεμὼν τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται. [δ΄. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι. [ε΄. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κιμωλίαν, λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο. κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο. κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει. ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ
448
κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως ἢ ἀλθαίας ἢ σελινοσπέρμου. [στ΄. Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύροις ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψήσας ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο. ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατεσθίειν αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ
449
πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι. [ζ΄. Πρὸς κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραντικὰ πρόσθες. [η΄. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τεταμέναι καταμένουσι.] Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον. ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς, εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός.

[Πρὸς δυσώδεις ἱδρῶτας καὶ μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ πρωῒ καθ᾿ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ᾿ ἡμέραν. ἢ ὠκίμου σπέρμα δι᾿ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας 

450
τρῖβε μετ᾿ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ.

[α΄. Πρὸς στομαχικούς.] Κεδρίας κοχλιάρια δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν. [β΄. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι. [γ΄. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.] Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γαλακτῶδες ποιῶν τὸ κρᾶμα. [δ΄. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας.] Σίνηπι πεφρυγμένον λεῖον μετὰ ὕδατος δίδου πίνειν. [ε΄. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.]

451
Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ. [στ΄. Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ, τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόνδρον· ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω· ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις. [ζ΄. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην.] Καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ, ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν. [η΄. Πρὸς ἀτονίαν στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυμένον
452
τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄. ἀψινθίου, οἰνάνθης ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο. ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ τῷ ὄξει δίδου πίνειν.

[α΄. Πρὸς χολέραν καὶ ἔμετον καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.] Ὀλβίνος οἶνος ἐπὶ τῶν χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοιλίαν ποιῶν. [β΄. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας. [γ΄. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον.

453
[δ΄. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.] Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν. σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα κατὰ τὴν ἡμετέραν Ἀσίαν. [ε΄. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄. οὐγγίαν α΄. [στ΄. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν οἴνῳ δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ ὕδατος θερμοῦ κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν. [ζ΄. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ. ἐλαίῳ θερμῷ πότιζε.
454

[Πρὸς ἡπατικούς.] Πετροσελίνου σπέρματος κοχλιάριον α΄. ἡδύοσμον πασσόμενον καὶ πινόμενον ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρέχει· τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο, λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵππου ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν εὐθὺς ἀπόνους ποιεῖν. [Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμβανε ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει. ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον 

455
λεῖον εἰς πλεῖστον καὶ χρῶ. ἄλλο. κράμβη ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.