De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Εἴρηται μὲν ἀπὸ τῆς πρὸς τοὺς στάχυας ἐμφερείας ἐκ τῆς τῶν ἐπινεμήσεων γινομένης. εὐχρηστεῖ τε ἐπὶ τε κλειδὸς καταγείσης καὶ ἐπὶ βραχίονος ἐξαρθρήσαντος. ἐπιτελεῖται δὲ τὸν τρόπον τοῦτον· ἔριον μαλακὸν συνελίξαντες τίθεμεν ἐπὶ τῆς μασχάλης τοῦ μέλλοντος ἐπιδεῖσθαι μέρους, ἀναπλήρωμα τοῦ κοίλου ποιοῦντες, ἔπειτα εἰλητοῦ ἐπιδέσμου πλάτος καὶ μῆκος ἀνάλογον τῷ ἐπιδεσμένῳ τὴν ἀρχὴν τάξαντες κατὰ τῆς ἀπαθοῦς μασχάλης τὸ εἴλημα ἄγομεν λοξῶς κατὰ νώτου· ἔπειτα δὲ παρ’ ἀκρώμιον ὑπὸ μασχάλην πεπονθότος βραχίονος, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίνεσθαι· εἶτα λοξὴ κατὰ στέρνου ὑπὸ μασχάλην ἀπαθῆ, ἀπὸ μασχάλης λοξὴ κατὰ νώτου ἐπὶ κλεῖδα, ὡς μέρη τινὰ τῆς δευτέρας ἐπινεμήσεως ἐπιπίπτει μέρεσι τῆς προεμβεβλημένης ἀπὸ κλειδὸς ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ὡς χίασμα δεύτερον γίγνεσθαι, εἶτα τὴν μασχάλην ἀπαθῆ, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.

814

Ἐπὶ συντετελεσμένῳ τῷ ἀστάχυϊ ἑτέρου τελαμῶνος ἡ μεσότης μὲν ὑπὸ πῆχυν ἐγγώνιον ἐσχηματισμένον. αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπ’ ἀκρώμιον, κἀκεῖ χιασθεῖσαι λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιαι περὶ πλευρὰς καὶ βραχίονα πεπονθότα μέχρι τοῦ ὅλου σκεπάσωσι, τὰ δὲ πέρατα ἐπὶ μασχάλην ἀπαθῆ.