De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἐπὶ συντετελεσμένῳ τῷ θόλῳ δακτυλιαίου τελαμῶνος ἢ ἔτι στενοτέρου τὴν ἀρχὴν τάξαντες ἐπὶ ἰνίον ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ ἐπὶ κορυφὴν καὶ βρέγμα μέσον καὶ μέτωπον πτύξαντές τε κατὰ μετώπου ἀνάγομεν πάλιν κατὰ τῆς αὐτῆς ἐπὶ ἰνίον. ἀπὸ ἰνίου παραλλάξαντες ἐπὶ τὸ δεξιὸν μέρος τε κεφαλῆς ἄγομεν παρὰ κορυφὴν ἐπὶ βρέγμα καὶ ἀριστερὸν κρόταφον, διπλώσαντές τε τὴν ταινίαν ἐπὶ τοῦ κροτάφου ἄγομεν τὸ σπείραμα κατὰ τῆς

790
προσεμβεβλημένης λοξῆς ἐπὶ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς· ἐντεῦθεν δὲ ὁμοίως ἀνακλάσαντες πάλιν ἄγομεν ἐπὶ τὸν κρόταφον καὶ τοῦτο τρὶς ποιοῦμεν, ἵνα κατὰ τοῦ κροτάφου καθ’ ὑπέρβασιν ἀνακεκλασμένα ἀγκύλια τρία ὄντα κικίνων ἰδέαν παρασχῇ. μετὰ δὲ τὸ ἐκ τρίτου ἔλθῃ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ ἰνίου, παραλλάξαι δὲ ἐπὶ ἀριστερὸν, ἵνα καὶ κατὰ τοῦ ἑτέρου κροτάφου τὸ αὐτὸ γένηται, ἐπὶ πᾶσι δὲ μετωπιαίαν συντελοῦμεν εἰς συνοχὴν τῶν ἐπινεμήσεων.

Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ θόλος Γλαυκίου. συντελεῖται δὲ οὕτως· μέτριόν τι τῆς ταινίας μέρος ἐάσας κατὰ τοῦ προσώπου ἀγαγὼν τὸ σπείραμα ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν, ἰνίον ἐκεῖ τε ὑπηρέτῃ κελεύσας διακρατῆσαι παραλλάξας τὸ σπείραμα μετωπιαίαν ἀποδώσῃ, ἔπειτα οὕτω τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν κατὰ τῆς πρώτης ἐπαγαγὼν ἐπὶ βρέγμα κορυφὴν, ἰνίον καταλαβοῦ κατ’ ἰνίου.