De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφ’ ὧν τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκείνων μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γένηται ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην. 

788

Ἁρμόζει μὲν καὶ ἐφ’ ὧν ὁ θόλος. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον, εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ βρέγμα λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρώτῃ, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον ἐκεῖθέν τε μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι. τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει. ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω, ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει.