Bel et Draco (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΚAI ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, [*](B) § καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.

καὶ ἦν [*](§ Γ) Δανιὴλ συνβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπέρ πάντας τοὺς φίλους αὐτοῦ.

καὶ ἣν εἴδωλον τοῖς Βαβυλωνίοις ᾦ ὄνομα Βήλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσεράκοντα καὶ οἴνου μετρηταὶ ἕξ.

καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο καθʼ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ, Δανιὴλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς [*](¶ Γ) Διὰ τί οὐ προσκυνεῖς τῷ Βήλ;