Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων·

ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βύβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν τὸν προφήτην εἰς συνπλήρωσιν ἐρημώσεως Ἰερουσαλήμ, ἑβδομήκοντα ἔτη.

καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν θεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ.

καὶ προσηυξάμην πρὸς Κύριον τὸν θεόν μου, καὶ ἐξωμολογησάμην καὶ εἶπα Κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσίν [*](18 ποδας] + μου AQᵐᵍ 19 ειπεν] + μοι A γνωριω A* (ζ superscr Aᵃ?) AQ ἐεσχατου A οργης] εορτης A*ᵛiᵈ (οργ. Aᵃ) om η ορασις 20 ιδες A Μηδω και ΙΙερσων Q 22 εστησα A τεσσερα υποκατω κερατα] υποκατω τεσσ. κερ- A τεσσ. κερ. υποκατω Q τεσσαρες] τεσσερα ??* (τεσσαρες Bᵃᵇ) ουτων] αυτου AQᵃ 23 εσχατω AQ 24 αυτου] + και ουκ εν τη ισ αυτου AQ 25 τη χειρι] om τη Q απωλειας] απωλεια AQᵃ (λια Q*) 26 πρωιας] πρωινης A αληθως] αληθης AQ 27 εμαλακισθην] + ημερας A subscr ορασις θ΄  A IX 1 superscr ορασις ι΄ AQ Δαρειου] om) ??* (hab. B1  (fort) (- ριου Β¹AQ*) -ρειου BᵃQ¹) pr επει (sic) A Ασσουηρου A* saltQ) των Μηδων] om των AQ βασι- λευσεν Q* (superscr ε Qᵃ) βασιλειαν] pr την Q 2 εγω] pr εν ετει ενι της βασι- λειας αυτου AQ βυβλοις] βιβλοις AQ ετων] ημερων A συμπληρωσιν BᵇQ 3 θεον] + του ουνου A δεησιν AQ νηστιαις AQ* σσκκω] + και σποδω AQ 4 τον θεον μου] του ουνου A εξομολογησαμην AQ ελεος] + σου A αγαπωσιQᵃ )

557
σε καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολάς σου·

ἠμάρτομεν, ἠδικήσαμεν, [*](B) ἠνομήσαμεν, καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου·

καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς.

σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ καὶ παντὶ Ἰσραήλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθεσίᾳ αὐτῶν ᾖ ἠθέτησαν.