Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, § καὶ ἡ θρὶξ τῆς κεφαλῆς [*](§ Q) αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.

ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παριστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἣνεῴχθησαν.

ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων ὦν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς [*](3 τεσσαρα Bᵇ : item 6, 17 ανεβαινον AΓ 4 λεαινα] + εχουσα πτερα AQΓ BᵃᵇA αυτη] αυτης A ωσει 2⁰] ως A εξηρθη] εξηγερθη A 5 τρεις πλευραι] τρια πλευρα A 6 θηριον ετερον A om και 2⁰ Bbvid αυτη 2⁰] αυτω A 7 περισσως 1⁰] + παρα παντα τα θηρια τα εμπροσθεν αυτου και κερατα δεκα αυτω (και κερατα sup ras Aᵃ?) A om και 4⁰ A σιδηροι] +μεγα- ) λοι AΓ κερατα δεκα] δεκα κερατα A ?? κερατα] pr των ??* (non inst Bᵇ) εξερριζωθη Bᵃᵇ 10 πυρος] εκπορευομενος A ειλκεν] +εκπο- ρευομενος Γ ελιτουρ (sic) ??* (ελειτουργουν Bᵃᵇ) ελειτουρ (sic) Q* (+ γουν Q¹ᵐᵍ) παρειστηκεισαν BᵃᵇQᵃ αυτω 2⁰] [εμπρο]σθε[ν αυ]του Γ 11 των μεγαλων] ων ελαλει A | ανηρεθη το θηριον] το θηριο εκεινο ανηρ. A)

549
καῦσιν πυρός.

καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ [*](B) μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ.

καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, καὶ γλῶσσαι δουλεύουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ ἐβασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.

Ἓφριξεν τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιὴλ, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με.

καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ περὶ πάντων τούτων· καὶ εἶπέν μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύνκρισιν τῶν λόγων ἐγνώρισέν μοι

Ταῦτα τὰ θηρία τὰ τέσσερα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἰ ἀρθήσονται

καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων.

καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, φοβερὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει·

καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν πρώτων, ᾧ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν.

ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσεν πρὸς αὐτούς,

ἕως οὗ ἦλθεν ὁ παλαιὸς ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.

καὶ εἶπεν Τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συνπατήσει αὐτὴν καὶ κατακόψει.

καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βατῆς [*](12 καιρου 1⁰] χρονου Q 13 μετα] επι Q ερχομενος] + ην A και ΑQΓ προσηχθη αυτω] ενωπιον αυτου προσηγαγον αυτον A και προσηχθη (Q* προσ- ηνεχθη Qᵃ) αυτω Q [ε]νωπιον αυτο[υ προση]χθη Γᵛiᵈ 14 om και 5⁰ AQΓ δουλευουσιν αυτω] αυτω δουλευουσιν A δουλευσουσιν (-λευουσ. Qᵃ) αυτω Q αυτ. δουλευσουσιν και [υπ]ακουσοντ[αι] Γ 15 [ε] γω Δα[νιηλ εν τηl εξει μου Γ εταρασσον] σ[υ]νεταρασσον Γ 16 ακριβιαν B*A (-βειαν BᵃᵇQΓ) bis om παρ αυτου Γ αυτου] + μαθειν BᵃᵇA συγκρισιν BᵃᵇQΓ εγνωρισε Γ 17 θηρια] + τα μεγαλα AΓ τεσσερες Γ improb vid αι Q? 18 παρα- ληψονται BbQᵃΓ κατε[ξουσι]ν Γ εως] + αιωνος και εως Q 19 διαφορον A θηριον] + και Q χαλκοι] + οι B 20 κεφαλην A* (-λη Aᵃ?) πρώτων] προτερων AQΓᵛⁱᵈ+ τρια· κερας εκεινο AΙ fort+τρια Q ω] ου Q στομα] pr το Q μειζω AQ 21 ισχυεν A 22 om ου A ημερων] pr των AQΓ 23 συμπατησει BᵇQΓ)

551
σιλεῖς ἀναστήσονται· καὶ ἀπίσω αὐτῶν ἀναστήσεται ἄς ὑπεροίσει [*](B) κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει,

καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καί γε ἥμισυ καιροῦ.

καὶ τὸ κριτήριον ἐκάθισεν, καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους,

καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου.

ἐγὼ Δανιὴλ, οἱ διαλογισμοί μου ἐπὶ πολὺ συνετάρασσόν με, καὶ ἡ μορφὴ μου ἠλλοιώθη, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα.