Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐγὼ Δανιὴλ, οἱ διαλογισμοί μου ἐπὶ πολὺ συνετάρασσόν με, καὶ ἡ μορφὴ μου ἠλλοιώθη, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου διετήρησα.

Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτασὰρ τοῦ βασιλέως ὄρασις ὥφθη πρὸς μέ, ἐγὼ Δανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν.

καὶ ἥμην ἐν Σούσοις τῇ βάρει ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ, καὶ ἥμην ἐπὶ τοῦ Οὐβάλ.

καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά· καὶ τὸ ἐν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπʼ ἐσχάτῳ.

ἴδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶ καὶ νότον· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ, καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ μεγαλύνθη.

καὶ ἐγὼ ἤμην συνίων, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ κέρας μέσον τῶν ὀφθαλμῶν αὐτοῦ.

καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὖ δον ἑστὼς ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.