Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἤρεσεν ἐνώπιον Δαρείου, καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ,

καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὃς ἦν Δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται.

καὶ ἦν Δανιὴλ ὑπέρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφʼ ὅλης τῆς βασιλείας αὐτοῦ.

καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιήλ· καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὗρον κατʼ αὐτοῦ, ὅτι πιστὸς ἦν.

καὶ εἶπον οἱ τακτικοί Οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεοῦ αὐτοῦ,

τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ Δαρεῖε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι.

συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα [*](26 του ρημ Sup ras B? 29 πρφυραν B* (πορφ. Bᵃᵇ) ειναι] A pr του A βασιλεια] αυτου A sulscr ορασις ς A 30 superscr ορασις ζ΄ A ανερεθη Β* ανηρεθη BᵃᵇA om ο βασιλευς ο Χαλδαιων A |Χαλ- δαιος Bᵃᵇ 31 Δαριος Β* (Δαρειος Bᵃᵇ) VΙ Δαριου B* (Δαρειου Bᵃᵇ); item 28 | ολη] παση A 2 ος] ων A 3 εν] ην επ A 4 αμ- πλακημα Bᵃᵇ 5 νομιμοις] νομοις A 6 Δαριε B* (Δαρειε Bᵃᵇ) τον αιωνα] τους αιωνας BᵃᵇA 7 τοπαρχαι] τοπαρχ sup ras Bᵃᵇ | στησαι στασει βασιλικη] του στησαι στασιν βασιλεικην A αιτηση] αιτησηται A )

543
παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ᾿ ἣ [*](B) παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων.

νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Περσῶν καὶ Μήδων.

τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξεν γραφῆναι τὸ δόγμα.

καὶ Δανιήλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ἰερουσαλήμ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν.

τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν, καὶ εὗρον τὸν Δανιὴλ ἀξιοῦντα καὶ δεόμενον τοῦ θεοῦ αὐτοῦ.