Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τότε προσῆλθεν Ναβουχοδονοσὸρ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐκ μέσου τοῦ πυρός.

καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.

καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδρὰχ καὶ Μεισὰχ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπʼ αὐτῷ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσαωσιν μηδέ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ᾿  ἤ τῷ θεῷ αὐτῶν.

καὶ ἐγὼ ἐκτίθεμαι τὸ δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν· καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.

τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.

[*](91 τρεῖς ανδρας Q εβαλομεν] ενεβαλομεν A 92 οδε] ιδου A ωδε Q pr AQ και ειπεν ο βασιλευς BᵃᵇAQ τεσσαρας B? AQ om εν 2⁰ A 93 Σεδρακ A bis: item 95, 96, 97 Μισαχ BbQ Μισακ A is: item 95, 96, 97 om του υψιστου A εξελθατε AQ* (-λθετε Qa) δευτε] + εξω A εξηλθαν Q* (-λθον Qᵃ) 94 αυτοις] και προσεκυνησεν ο βασιλευς ενωπιον ουτων τω κω Bᵃᵇ mᵍ AQ 95 om και 3 0, 4 0 AQ εξειλετο Q*salt λατρευσωσι Qᵃ om μηδε προσκυνησωσιν (-σι Qa) A 96 εκτιθημι Q το δογμα| om το AQ πας] pr οπως Q εαν] η αν A ος εαν Q* η εαν Q mg εις διαρπαγην] διαρπαγησονται A οστις] ος Q 97 ο βασιλευς κατευθυνεν] κατηυθυνεν ο β. A ο β. κατηυθυνεν Q εν τη χωρα] επι τα εργα της χωρας A |ηξιωσεν] ηυξησεν αυτους και ηξιωσεν Bᵇ +και ηξιωσεν αυτους και ηξιωσεν αυτους (sic) A ηυξ. αυτους κ ηξιωσεν αυτους Qmg (ηξιωσαν αυτους Qtxt) των 2⁰] + οντων AQ βασιλια B* (. λεια Bᵃᵇ) subscr ορασις δ΄ A )
527

Νπββουχοδονοσὸρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ [*](B) γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληθυνθείη.

τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ᾿  ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν.

ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.

Ἐγὼ Ναβουχοδονοσὸρ εὐθηνῶν ἥμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν.

ἐνύπνιον ἴδον καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με.

καὶ δι᾿  ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.

καὶ· εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι,

ἕως ἥλθεν Δανιήλ, οὗ τὸ ὄνομα Βαλτασὰρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῖμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει. ᾧ εἶπα

Βαλτασὰρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι.