Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ⁷⁵εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • [*](60 om και 1⁰ AQ 61 ευλογειτε AQ πασαι αι δυναμεις κυ AQ AQ 64 ευλογειτε ΑQ 66 αιωνας] + (67) ευλογειτε ψυχος και καυσων τον κυ· υμνειτε και υπερυψουται αυτον εις τους αιωνας. (68) ευλογειτε δροσοι και νιφετοι τον κν· υμνειτε και υπερυψουται αυτον εις τους αιωνας A 69 ευλογει Q* ( γειτε Qᵃ) ψυχος κ. καυμα] παγος και ψυχος A 70 παχναι AQ χιονες] χ sup ras ut vid Bᵃᵇ 73, 74 ordinem transpos A )
    523

  • 7⁶εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον·
  • [*](B)
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 7⁸κὺλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁷⁷εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • ⁷⁹εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν ὕδασιν, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 80κὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8¹εὐλογεῖτε, πάντα τὰ θηρία καὶ τὰ κτήνη, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8²τὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8³εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁴εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁵εὐλογεῖτε, δοῦλοι, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 86κὺλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 8⁷εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδία, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • 88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μεισαήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας·
  • ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾄδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς.
  • καὶ ἐρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογός,
  • καὶ ἐκ μέσου πυρὸς ἐρύσατο ἡμᾶς.
  • 89ἐξομολοόεῖσθε τῷ κυρίᾳ.
  • ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • 90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν·
  • ὑμνεῖτε καὶ ἐξομολογεῖσθε·
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • [*](79 κεινουμε sup ras B¹ fort υδασιν (-σι BᵇQ)] pr τοις AQ 81 om πανια AQ A τα κτηνη] pr πανια A 82 οι υιοι] om οι AQ 83 ευλογειτω AQ υμνειτω και υπερυψουτω Q 84 ιερεις] + κυ AQ 85 ??ουλοι] + κυ AQ 87 τη καρδια] om τη AQ 88 Μισαηλ BᵇAQ εξειλετο Qa ερρυσατο bis Bᵃᵇ 1⁰, A μεσου καμινου] καμεινου μεσης A om καμιν. Q πυρος] pr του Q ερυσατο 2⁰] εσωσεν Q 90 τον κυριον] om τον Q )
    525

    Καὶ Ναβουχοδονοσὸρ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν, [*](B) καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ.

    Ὄδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρες λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ δαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.

    τότε προσῆλθεν Ναβουχοδονοσὸρ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐκ μέσου τοῦ πυρός.

    καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.