Daniel (Theodotionis versio)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι σύ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.
ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις Ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπωλίαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται.
ἐὰυ δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.
ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν Ὁ βασιλεὺς εἰπάτω τὸ ἐυύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.
καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Ἐπ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ άῆμα.
ἐὰν οὗν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἵπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.
ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται [*](21 subscr ορασις β΄ A II 1 superscr ορασις γ΄ AQ βασιλειας] AQ +Ναβουχοδονοσορ A ενυπνιασθη AQ εξεστη rescr Aᵃ? 2 καλεσοι] καλεσατε Q* (postea improb ut vid) om τους μαγους και Q* (hab Q(ᵐᵍ) τα ενυπνια] το ενυπνιον Q | ηλθαν] ηλθον AQᵃ 3 ηνυπνιασθην (ενυπν. AQ)] + ενυπνιον Q 4 ελαλησαν] ειπον A ειπαν Q παισι Bᵇ συγκρισιν] not adpinxit Aᵃ? + αυτου Q 5 απεκριθη] + δε Q βασιλευς] + και ειπε] A εαν] +ουν AQ συγκρισιν] +αυτου A + απαγγειλητε μοι Q | απωλειαν BᵃᵇAQ διαρπαγησονται] εις διαρπαγην Q 6 om αυτου 1⁰ Q*ᵛⁱᵈ (hab Q (ᵐᵍ) δοματα και δωρεας] δομ. κ. δωρεαν A δωρα και δοματα Q | ληφεσθε BᵇQᵃ απαγγειλατε] αναγγειλατε Q* (απαγγ. Qᵃ) 7 απεκριθησαν] + οι Χαλδαιοι A δευτερον και ειπαν] + αυτω Bᵃᵇᵐᵍ και ειπαν εκ δευτερου A ?? om και 1⁰ A αληθιας ??* (.θειας Bᵇ) ειδετε] οιδατε AQ 9 αναγγει- λητε] απαγγειληται A μου 1⁰] εμου AQ οτι 2⁰] + και Q om αυτου Q 10 απεκριθησαν] + παλιν A λεγουσιν] ειπαν Q το ρημα του βασιλεως δυνησεται γνωρισαι] δυν. το ρ. του β. γν. A το ρ. του β. γν. δυναται Q)
ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως ἀλλʼ ἢ θεοί, ὦν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.
τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἰπεν ἀπὸλέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος.
καὶ τὸ δόγμα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο· καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.
τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος
Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισεν δὲ τὸ. ῥῆμα Ἀριὼχ τῷ Δανιήλ.
καὶ Δανιὴλ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.
Καὶ εἰσῆλθεν Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ Ἁνανίᾳ καὶ τῷ Μεισαὴλ καὶ τῷ Ἀζαρία τοῖς φίλοις αὐτοῦ ἐγνωρισεν τὸ ῥῆμα.
καὶ οἰκτειρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπέρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.
τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη. καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ Δανιὴλ
καὶ εἶπεν Εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν·
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν·